호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
δευτέρα τοίνυν μήνυσισ ἐγένετο. Τεῦκροσ ἦν ἐνθάδε μέτοικοσ, ὃσ ᾤχετο Μέγαράδε ὑπεξελθών, ἐκεῖθεν δὲ ἐπαγγέλλεται τῇ βουλῇ, εἴ οἱ ἄδειαν δοῖεν, μηνύσειν περί <τε> τῶν μυστηρίων, συνεργὸσ ὤν, καὶ τοὺσ ἄλλουσ τοὺσ ποιοῦντασ μεθ’ ἑαυτοῦ, καὶ περὶ τῶν Ἑρμῶν τῆσ περικοπῆσ ἃ ᾔδει. ψηφισαμένησ δὲ τῆσ βουλῆσ ‐ ἦν γὰρ αὐτοκράτωρ ‐ ᾤχοντο ἐπ’ αὐτὸν Μέγαράδε· καὶ κομισθείσ, ἄδειαν εὑρόμενοσ, ἀπογράφει τοὺσ μεθ’ ἑαυτοῦ. καὶ οὗτοι κατὰ τὴν Τεύκρου μήνυσιν ᾤχοντο φεύγοντεσ. καί μοι λαβὲ καὶ ἀνάγνωθι τὰ ὀνόματα αὐτῶν. Ὀνόματατούσδε Τεῦκροσ ἐμήνυσε· Φαῖδρον, Γνιφωνίδην, Ἰσόνομον, Ἡφαιστόδωρον, Κηφισόδωρον, ἑαυτόν, Διόγνητον, Σμινδυρίδην, Φιλοκράτη, Ἀντιφῶντα, Τείσαρχον, Παντακλέα.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기