- 텍스트

Andocides, Speeches, Περὶ τῶν μυστηρίων? 16:

(안도키데스, 연설, Περὶ τῶν μυστηρίων 16:)

τὰ μὲν οὖν δίκαια γιγνώσκειν ὑμᾶς ἡγοῦμαι καὶ αὐτοὺς παρεσκευάσθαι, οἷσπερ ἐγὼ πιστεύσας ὑπέμεινα, ὁρῶν ὑμᾶς καὶ ἐν τοῖς ἰδίοις καὶ ἐν τοῖς δημοσίοις περὶ πλείστου τοῦτο ποιουμένους, ψηφίζεσθαι κατὰ τοὺς ὁρ´κους: ὅπερ καὶ συνέχει μόνον τὴν πόλιν, ἀκόντων τῶν οὐ βουλομένων ταῦτα οὕτως ἔχειν. τάδε δὲ ὑμῶν δέομαι, μετ εὐνοίας μου τὴν ἀκρόασιν τῆς ἀπολογίας ποιήσασθαι, καὶ μήτ ἐμοὶ ἀντιδίκους καταστῆναι μήτε ὑπονοεῖν τὰ λεγόμενα μήτε ῥήματα θηρεύειν, ἀκροασαμένους δὲ διὰ τέλους τῆς ἀπολογίας τότε ἤδη ψηφίζεσθαι τοῦτο ὅ τι ἂν ὑμῖν αὐτοῖς ἄριστον καὶ εὐορκότατον νομίζητε εἶναι.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION