호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐλελεῦ ἐλελεῦ, ὑπό μ αὖ σφάκελος καὶ φρενοπληγεῖς μανίαι θάλπους, οἴστρου δ ἄρδις χρίει μ ἄπυρος:? κραδία δὲ φόβῳ φρένα λακτίζει. τροχοδινεῖται δ ὄμμαθ ἑλίγδην, ἔξω δὲ δρόμου φέρομαι λύσσης πνεύματι μάργῳ, γλώσσης ἀκρατής: θολεροὶ δὲ λόγοι παίους εἰκῆ στυγνῆς πρὸς κύμασιν ἄτης.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기