- 텍스트

Aeschylus, Prometheus Bound, episode, lyric 12:

(아이스킬로스, 결박된 프로메테우스, episode, lyric 12:)

ἔστιν πόλις Κάνωβος ἐσχάτη χθονός, Νείλου πρὸς αὐτῷ στόματι καὶ προσχώματι:? ἐνταῦθα δή σε Ζεὺς τίθησιν ἔμφρονα ἐπαφῶν ἀταρβεῖ χειρὶ καὶ θιγὼν μόνον. ἐπώνυμον δὲ τῶν Διὸς γεννημάτων τέξεις κελαινὸν Ἔπαφον, ὃς καρπώσεται ὅσην πλατύρρους Νεῖλος ἀρδεύει χθόνα: πέμπτη δ ἀπ αὐτοῦ γέννα πεντηκοντάπαις πάλιν πρὸς Ἄργος οὐχ ἑκοῦς ἐλεύσεται θηλύσπορος, φεύγουσα συγγενῆ γάμον ἀνεψιῶν: οἱ δ ἐπτοημένοι φρένας, κίρκοι πελειῶν οὐ μακρὰν λελειμμένοι, ἥξουσι θηρεύοντες οὐ θηρασίμους γάμους, φθόνον δὲ σωμάτων ἕξει θεός: Πελασγία δὲ δέξεται θηλυκτόνῳ Ἄρει, δαμέντων νυκτιφρουρήτῳ θράσει. γυνὴ γὰρ ἄνδρ ἕκαστον αἰῶνος στερεῖ, δίθηκτον ἐν σφαγαῖσι βάψασα ξίφος: τοιάδ ἐπ ἐχθροὺς τοὺς ἐμοὺς ἔλθοι Κύπρις. μίαν δὲ παίδων ἵμερος θέλξει τὸ μὴ κτεῖναι σύνευνον, ἀλλ ἀπαμβλυνθήσεται γνώμην: δυοῖν δὲ θάτερον βουλήσεται, κλύειν ἄναλκις μᾶλλον ἢ μιαιφόνος: αὕτη κατ Ἄργος βασιλικὸν τέξει γένος. μακροῦ λόγου δεῖ ταῦτ ἐπεξελθεῖν τορῶς. σπορᾶς γε μὴν ἐκ τῆσδε φύσεται θρασὺς τόξοισι κλεινός, ὃς πόνων ἐκ τῶνδ ἐμὲ λύσει. τοιόνδε χρησμὸν ἡ παλαιγενὴς μήτηρ ἐμοὶ διῆλθε Τιτανὶς Θέμις: ὅπως δὲ χὤπη, ταῦτα δεῖ μακροῦ λόγου εἰπεῖν, σύ τ οὐδὲν ἐκμαθοῦσα κερδανεῖς.?

상위

Prometheus Bound (결박된 프로메테우스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION