호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅταν περάσῃς ῥεῖθρον ἠπείροιν ὁρ´ον, πρὸς ἀντολὰς φλογῶπας ἡλιοστιβεῖς πόντου περῶσα φλοῖσβον, ἔστ ἂν ἐξίκῃ πρὸς Γοργόνεια πεδία Κισθήνης, ἵνα αἱ Φορκίδες ναίουσι δηναιαὶ κόραι τρεῖς κυκνόμορφοι, κοινὸν ὄμμ ἐκτημέναι, μονόδοντες, ἃς οὔθ ἥλιος προσδέρκεται ἀκτῖσιν οὔθ ἡ νύκτερος μήνη ποτέ.? πέλας δ ἀδελφαὶ τῶνδε τρεῖς κατάπτεροι, δρακοντόμαλλοι Γοργόνες βροτοστυγεῖς, ἃς θνητὸς οὐδεὶς εἰσιδὼν ἕξει πνοάς. τοιοῦτο μέν σοι τοῦτο φρούριον λέγω: ἄλλην δ ἄκουσον δυσχερῆ θεωρίαν: ὀξυστόμους γὰρ Ζηνὸς ἀκραγεῖς κύνας γρῦπας φύλαξαι, τόν τε μουνῶπα στρατὸν Ἀριμασπὸν ἱπποβάμον, οἳ χρυσόρρυτον οἰκοῦσιν ἀμφὶ νᾶμα Πλούτωνος πόρου: τούτοις σὺ μὴ πέλαζε. τηλουρὸν δὲ γῆν ἥξεις, κελαινὸν φῦλον, οἳ πρὸς ἡλίου ναίουσι πηγαῖς, ἔνθα ποταμὸς Αἰθίοψ. τούτου παρ ὄχθας ἑρ´φ, ἑώς ἂν ἐξίκῃ καταβασμόν, ἔνθα Βιβλίνων ὀρῶν ἄπο ἱήσι σεπτὸν Νεῖλος εὔποτον ῥέος. οὗτός ς ὁδώσει τὴν τρίγωνον ἐς χθόνα Νειλῶτιν, οὗ δὴ τὴν μακρὰν ἀποικίαν, Ιοἶ, πέπρωται σοί τε καὶ τέκνοις κτίσαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기