- 텍스트

Aeschylus, Prometheus Bound, episode, lyric 4:

(아이스킬로스, 결박된 프로메테우스, episode, lyric 4:)

δίδωμ:? ἑλοῦ γάρ, ἢ πόνων τὰ λοιπά σοι φράσω σαφηνῶς, ἢ τὸν ἐκλύσοντ ἐμέ. τούτων σὺ τὴν μὲν τῇδε, τὴν δ ἐμοὶ χάριν θέσθαι θέλησον, μηδ ἀτιμάσῃς λόγου: καὶ τῇδε μὲν γέγωνε τὴν λοιπὴν πλάνην, ἐμοὶ δὲ τὸν λύσοντα: τοῦτο γὰρ ποθῶ. ἐπεὶ προθυμεῖσθ, οὐκ ἐναντιώσομαι τὸ μὴ οὐ γεγωνεῖν πᾶν ὅσον προσχρῄζετε. σοὶ πρῶτον, Ιοἶ, πολύδονον πλάνην φράσω, ἣν ἐγγράφου σὺ μνήμοσιν δέλτοις φρενῶν.?

상위

Prometheus Bound (결박된 프로메테우스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION