- 텍스트

Aeschylus, Prometheus Bound, episode, lyric 3:

(아이스킬로스, 결박된 프로메테우스, episode, lyric 3:)

ἰώ μοί μοι, ἐ` ἔ.? σὺ δ αὖ κέκραγας κἀναμυχθίζῃ· τί που δράσεις, ὅταν τὰ λοιπὰ πυνθάνῃ κακά· ἦ γάρ τι λοιπὸν τῇδε πημάτων ἐρεῖς· δυσχείμερόν γε πέλαγος ἀτηρᾶς δύης. τί δῆτ ἐμοὶ ζῆν κέρδος, ἀλλ οὐκ ἐν τάχει ἔρριψ ἐμαυτὴν τῆσδ ἀπὸ στύφλου πέτρας, ὅπως πέδοι σκήψασα τῶν πάντων πόνων ἀπηλλάγην· κρεῖσσον γὰρ εἰσάπαξ θανεῖν ἢ τὰς ἁπάσας ἡμέρας πάσχειν κακῶς. ἦ δυσπετῶς ἂν τοὺς ἐμοὺς ἄθλους φέροις, ὅτῳ θανεῖν μέν ἐστιν οὐ πεπρωμένον: αὕτη γὰρ ἦν ἂν πημάτων ἀπαλλαγή: νῦν δ οὐδέν ἐστι τέρμα μοι προκείμενον μόχθων, πρὶν ἂν Ζεὺς ἐκπέσῃ τυραννίδος. ἦ γάρ ποτ ἔστιν ἐκπεσεῖν ἀρχῆς Δία· ἥδοι ἄν, οἶμαι, τήνδ ἰδοῦσα συμφοράν. πῶς δ οὐκ ἄν, ἥτις ἐκ Διὸς πάσχω κακῶς· ὡς τοίνυν ὄντων τῶνδέ σοι μαθεῖν πάρα. πρὸς τοῦ τύραννα σκῆπτρα συληθήσεται· πρὸς αὐτὸς αὑτοῦ κενοφρόνων βουλευμάτων. ποίῳ τρόπῳ· σήμηνον, εἰ μή τις βλάβη. γαμεῖ γάμον τοιοῦτον ᾧ ποτ ἀσχαλᾷ. θέορτον, ἢ βρότειον· εἰ ῥητόν, φράσον. τί δ ὅντιν: · οὐ γὰρ ῥητὸν αὐδᾶσθαι τόδε. ἦ πρὸς δάμαρτος ἐξανίσταται θρόνων· ἣ τέξεταί γε παῖδα φέρτερον πατρός. οὐδ ἔστιν αὐτῷ τῆσδ ἀποστροφὴ τύχης· οὐ δῆτα, πλὴν ἔγωγ ἂν ἐκ δεσμῶν λυθείς. τίς οὖν ὁ λύσων ἐστὶν ἄκοντος Διός· τῶν σῶν τιν αὐτὸν ἐγγόνων εἶναι χρεών. πῶς εἶπας· ἦ μὸς παῖς ς ἀπαλλάξει κακῶν· τρίτος γε γένναν πρὸς δέκ ἄλλαισιν γοναῖς. ἥδ οὐκέτ εὐξύμβλητος ἡ χρησμῳδία. καὶ μηδὲ σαυτῆς ἐκμαθεῖν ζήτει πόνους. μή μοι προτείνων κέρδος εἶτ ἀποστέρει. δυοῖν λόγοιν σε θατέρῳ δωρήσομαι. ποίοιν· πρόδειξον, αἱρ´εσίν τ ἐμοὶ δίδου.?

상위

Prometheus Bound (결박된 프로메테우스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION