- 텍스트

Aeschylus, Prometheus Bound, episode, lyric 2:

(아이스킬로스, 결박된 프로메테우스, episode, lyric 2:)

πρῶτον μὲν ἐνθένδ ἡλίου πρὸς ἀντολὰς στρέψασα σαυτὴν στεῖχ ἀνηρότους γύας:? Σκύθας δ ἀφίξῃ νομάδας, οἳ πλεκτὰς στέγας πεδάρσιοι ναίους ἐπ εὐκύκλοις ὄχοις ἑκηβόλοις τόξοισιν ἐξηρτυμένοι: οἷς μὴ πελάζειν, ἀλλ ἁλιστόνοις πόδας χρίμπτουσα ῥαχίαισιν ἐκπερᾶν χθόνα. λαιᾶς δὲ χειρὸς οἱ σιδηροτέκτονες οἰκοῦσι Χάλυβες, οὓς φυλάξασθαί σε χρή. ἀνήμεροι γὰρ οὐδὲ πρόσπλατοι ξένοις. ἥξεις δ Ὑβριστὴν ποταμὸν οὐ ψευδώνυμον, ὃν μὴ περάσῃς, οὐ γὰρ εὔβατος περᾶν, πρὶν ἂν πρὸς αὐτὸν Καύκασον μόλῃς, ὀρῶν ὕψιστον, ἔνθα ποταμὸς ἐκφυσᾷ μένος κροτάφων ἀπ αὐτῶν. ἀστρογείτονας δὲ χρὴ κορυφὰς ὑπερβάλλουσαν ἐς μεσημβρινὴν βῆναι κέλευθον, ἔνθ, Ἀμαζόνων στρατὸν ἥξεις στυγάνορ, αἳ Θεμίσκυράν ποτε κατοικιοῦσιν ἀμφὶ Θερμώδονθ, ἵνα τραχεῖα πόντου Σαλμυδησσία γνάθος ἐχθρόξενος ναύταισι, μητρυιὰ νεῶν: αὗταί ς ὁδηγήσουσι καὶ μάλ ἀσμένως. ἰσθμὸν δ ἐπ αὐταῖς στενοπόροις λίμνης πύλαις Κιμμερικὸν ἥξεις, ὃν θρασυσπλάγχνως σε χρὴ λιποῦσαν αὐλῶν ἐκπερᾶν Μαιωτικόν: ἔσται δὲ θνητοῖς εἰσαεὶ λόγος μέγας τῆς σῆς πορείας, Βόσπορος δ ἐπώνυμος κεκλήσεται. λιποῦσα δ Εὐρώπης πέδον ἤπειρον ἥξεις Ἀσιάδ: . ἆρ, ὑμῖν δοκεῖ ὁ τῶν θεῶν τύραννος ἐς τὰ πάνθ ὁμῶς βίαιος εἶναι· τῇδε γὰρ θνητῇ θεὸς χρῄζων μιγῆναι τάσδ ἐπέρριψεν πλάνας. πικροῦ δ ἔκυρσας, ὦ κόρη, τῶν σῶν γάμων μνηστῆρος. οὓς γὰρ νῦν ἀκήκοας λόγους, εἶναι δόκει σοι μηδέπω ν προοιμίοις.?

상위

Prometheus Bound (결박된 프로메테우스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION