호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοιοῖσδε πεισθεὶς Λοξίου μαντεύμασιν ἐξήλασέν με κἀπέκλῃσε δωμάτων ἄκουσαν ἄκων:? ἀλλ ἐπηνάγκαζέ νιν Διὸς χαλινὸς πρὸς βίαν πράσσειν τάδε. εὐθὺς δὲ μορφὴ καὶ φρένες διάστροφοι ἦσαν, κεραστὶς δ, ὡς ὁρᾶτ, ὀξυστόμῳ μύωπι χρισθεῖς ἐμμανεῖ σκιρτήματι ᾖσσον πρὸς εὔποτόν τε Κερχνείας ῥέος Λέρνης τε κρήνην : βουκόλος δὲ γηγενὴς ἄκρατος ὀργὴν Ἄργος ὡμάρτει, πυκνοῖς ὄσσοις δεδορκὼς τοὺς ἐμοὺς κατὰ στίβους. ἀπροσδόκητος δ αὐτὸν ἀφνίδιος μόρος τοῦ ζῆν ἀπεστέρησεν. οἰστροπλὴξ δ ἐγὼ μάστιγι θείᾳ γῆν πρὸ γῆς ἐλαύνομαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기