- 텍스트

Aeschylus, Prometheus Bound, episode 4:

(아이스킬로스, 결박된 프로메테우스, episode 4:)

πέπονθας αἰκὲς πῆμ:? ἀποσφαλεὶς φρενῶν πλανᾷ, κακὸς δ ἰατρὸς ὥς τις ἐς νόσον πεσὼν ἀθυμεῖς καὶ σεαυτὸν οὐκ ἔχεις εὑρεῖν ὁποίοις φαρμάκοις ἰάσιμος. τὰ λοιπά μου κλύουσα θαυμάσῃ πλέον, οἱάς τέχνας τε καὶ πόρους ἐμησάμην. τὸ μὲν μέγιστον, εἴ τις ἐς νόσον πέσοι, οὐκ ἦν ἀλέξημ οὐδέν, οὔτε βρώσιμον, οὐ χριστόν, οὐδὲ πιστόν, ἀλλὰ φαρμάκων χρείᾳ κατεσκέλλοντο, πρίν γ ἐγώ σφισιν ἔδειξα κράσεις ἠπίων ἀκεσμάτων, αἷς τὰς ἁπάσας ἐξαμύνονται νόσους. τρόπους τε πολλοὺς μαντικῆς ἐστοίχισα, κἄκρινα πρῶτος ἐξ ὀνειράτων ἃ χρὴ ὕπαρ γενέσθαι, κληδόνας τε δυσκρίτους ἐγνώρις αὐτοῖς ἐνοδίους τε συμβόλους: γαμψωνύχων τε πτῆσιν οἰωνῶν σκεθρῶς διώρις, οἵτινές τε δεξιοὶ φύσιν εὐωνύμους τε, καὶ δίαιταν ἥντινα ἔχους ἕκαστοι, καὶ πρὸς ἀλλήλους τίνες ἔχθραι τε καὶ στέργηθρα καὶ συνεδρίαι: σπλάγχνων τε λειότητα, καὶ χροιὰν τίνα ἔχους ἂν εἰή δαίμοσιν πρὸς ἡδονὴν χολή, λοβοῦ τε ποικίλην εὐμορφίαν. κνίσῃ τε κῶλα συγκαλυπτὰ καὶ μακρὰν ὀσφῦν πυρώσας δυστέκμαρτον ἐς τέχνην ὥδωσα θνητούς, καὶ φλογωπὰ σήματα ἐξωμμάτωσα, πρόσθεν ὄντ ἐπάργεμα. τοιαῦτα μὲν δὴ ταῦτ: ἔνερθε δὲ χθονὸς κεκρυμμέν, ἀνθρώποισιν ὠφελήματα, χαλκόν, σίδηρον, ἄργυρον, χρυσόν τε τίς φήσειεν ἂν πάροιθεν ἐξευρεῖν ἐμοῦ· οὐδείς, σάφ οἶδα, μὴ μάτην φλύσαι θέλων. βραχεῖ δὲ μύθῳ πάντα συλλήβδην μάθε, πᾶσαι τέχναι βροτοῖσιν ἐκ Προμηθέως.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION