- 텍스트

Aeschylus, Persians, episode, iambics

(아이스킬로스, 페르시아인들, episode, iambics)

τοιγάρ σφιν ἔργον ἐστὶν ἐξειργασμένον μέγιστον, ἀείμνηστον, οἱο῀ν οὐδέπω τόδ ἄστυ Σούσων ἐξεκείνωσεν πεσόν, ἐξ οὗτε τιμὴν Ζεὺς ἄναξ τήνδ ὤπασεν, ἕν ἄνδρ ἁπάσης Ἀσίδος μηλοτρόφου ταγεῖν, ἔχοντα σκῆπτρον εὐθυντήριον.? Μῆδος γὰρ ἦν ὁ πρῶτος ἡγεμὼν στρατοῦ: ἄλλος δ ἐκείνου παῖς τόδ ἔργον ἤνυσεν: φρένες γὰρ αὐτοῦ θυμὸν ᾠακοστρόφουν. τρίτος δ ἀπ αὐτοῦ Κῦρος, εὐδαίμων ἀνήρ, ἄρξας ἔθηκε πᾶσιν εἰρήνην φίλοις: Λυδῶν δὲ λαὸν καὶ Φρυγῶν ἐκτήσατο, Ιὠνίαν τε πᾶσαν ἤλασεν βίᾳ. θεὸς γὰρ οὐκ ἤχθηρεν, ὡς εὔφρων ἔφυ. Κύρου δὲ παῖς τέταρτος ηὔθυνε στρατόν. πέμπτος δὲ Μάρδος ἦρξεν, αἰσχύνη πάτρᾳ θρόνοισί τ ἀρχαίοισι: τὸν δὲ σὺν δόλῳ Ἀρταφρένης ἔκτεινεν ἐσθλὸς ἐν δόμοις, ξὺν ἀνδράσιν φίλοισιν, οἷς τόδ ἦν χρέος. ἕκτος δὲ Μάραφις, ἕβδομος δ Ἀρταφρένης. κἀγὼ πάλου τ ἔκυρσα τοῦπερ ἤθελον, κἀπεστράτευσα πολλὰ σὺν πολλῷ στρατῷ: ἀλλ οὐ κακὸν τοσόνδε προσέβαλον πόλει. Ξέρξης δ ἐμὸς παῖς ὢν νέος νέα φρονεῖ, κοὐ μνημονεύει τὰς ἐμὰς ἐπιστολάς: εὖ γὰρ σαφῶς τόδ ἴστ, ἐμοὶ ξυνήλικες, ἅπαντες ἡμεῖς, οἳ κράτη τάδ ἔσχομεν, οὐκ ἂν φανεῖμεν πήματ ἔρξαντες τόσα. τί οὖν, ἄναξ Δαρεῖε, ποῖ καταστρέφεις λόγων τελευτήν· οὐ γὰρ πᾶν στράτευμα βαρβάρων περᾷ τὸν Ἕλλης πορθμὸν Εὐρώπης ἄπο· πῶς ἂν ἐκ τούτων ἔτι πράσσοιμεν ὡς ἄριστα Περσικὸς λεώς· εἰ μὴ στρατεύοισθ ἐς τὸν Ἑλλήνων τόπον, μηδ εἰ στράτευμα πλεῖον τὸ Μηδικόν. αὐτὴ γὰρ ἡ γῆ ξύμμαχος κείνοις πέλει. πῶς τοῦτ ἔλεξας, τίνι τρόπῳ δὲ συμμαχεῖ· κτείνουσα λιμῷ τοὺς ὑπερπόλλους ἄγαν. ἀλλ εὐσταλῆ τοι λεκτὸν ἀροῦμεν στόλον. ἀλλ οὐδ ὁ μείνας νῦν ἐν Ἑλλάδος τόποις στρατὸς κυρήσει νοστίμου σωτηρίας. πῶς εἶπας· παῦροι γε πολλῶν, εἴ τι πιστεῦσαι θεῶν χρὴ θεσφάτοισιν, ἐς τὰ νῦν πεπραγμένα βλέψαντα:

συμβαίνει γὰρ οὐ τὰ μέν, τὰ δ οὔ. κεἴπερ τάδ ἐστί, πλῆθος ἔκκριτον στρατοῦ λείπει κεναῖσιν ἐλπίσιν πεπεισμένος. μίμνουσι δ ἔνθα πεδίον Ἀσωπὸς ῥοαῖς ἄρδει, φίλον πίασμα Βοιωτῶν χθονί: οὗ σφιν κακῶν ὕψιστ ἐπαμμένει παθεῖν, ὕβρεως ἄποινα κἀθέων φρονημάτων: οἳ γῆν μολόντες Ἑλλάδ οὐ θεῶν βρέτη ᾐδοῦντο συλᾶν οὐδὲ πιμπράναι νεώς: βωμοὶ δ ἀίστοι, δαιμόνων θ ἱδρύματα πρόρριζα φύρδην ἐξανέστραπται βάθρων. τοιγὰρ κακῶς δράσαντες οὐκ ἐλάσσονα πάσχουσι, τὰ δὲ μέλλουσι, κοὐδέπω κακῶν κρηνὶς ἀπέσβηκ ἀλλ ἔτ ἐκπιδύεται. τόσος γὰρ ἔσται πέλανος αἱματοσφαγὴς πρὸς γῇ Πλαταιῶν Δωρίδος λόγχης ὕπο: θῖνες νεκρῶν δὲ καὶ τριτοσπόρῳ γονῇ ἄφωνα σημανοῦσιν ὄμμασιν βροτῶν ὡς οὐχ ὑπέρφευ θνητὸν ὄντα χρὴ φρονεῖν. ὕβρις γὰρ ἐξανθοῦς ἐκάρπωσεν στάχυν ἄτης, ὅθεν πάγκλαυτον ἐξαμᾷ θέρος. τοιαῦθ ὁρῶντες τῶνδε τἀπιτίμια μέμνησθ Ἀθηνῶν Ἑλλάδος τε, μηδέ τις ὑπερφρονήσας τὸν παρόντα δαίμονα ἄλλων ἐρασθεὶς ὄλβον ἐκχέῃ μέγαν.

Ζεύς τοι κολαστὴς τῶν ὑπερκόμπων ἄγαν φρονημάτων ἔπεστιν, εὔθυνος βαρύς. πρὸς ταῦτ ἐκεῖνον, σωφρονεῖν κεχρημένον, πινύσκετ εὐλόγοισι νουθετήμασιν, λῆξαι θεοβλαβοῦνθ ὑπερκόμπῳ θράσει. σὺ δ, ὦ γεραιὰ μῆτερ ἡ Ξέρξου φίλη, ἐλθοῦς ἐς οἴκους κόσμον ὅστις εὐπρεπὴς λαβοῦς ὑπαντίαζε παιδί. πάντα γὰρ κακῶν ὑπ ἄλγους λακίδες ἀμφὶ σώματι στημορραγοῦσι ποικίλων ἐσθημάτων. ἀλλ αὐτὸν εὐφρόνως σὺ πράυνον λόγοις: μόνης γάρ, οἶδα, σοῦ κλύων ἀνέξεται. ἐγὼ δ ἄπειμι γῆς ὑπὸ ζόφον κάτω. ὑμεῖς δέ, πρέσβεις, χαίρετ, ἐν κακοῖς ὅμως ψυχῇ διδόντες ἡδονὴν καθ ἡμέραν, ὡς τοῖς θανοῦσι πλοῦτος οὐδὲν ὠφελεῖ. ἦ πολλὰ καὶ παρόντα καὶ μέλλοντ ἔτι ἤλγης ἀκούσας βαρβάροισι πήματα.

ὦ δαῖμον, ὥς με πόλλ ἐσέρχεται κακὰ ἄλγη, μάλιστα δ ἥδε συμφορὰ δάκνει, ἀτιμίαν γε παιδὸς ἀμφὶ σώματι ἐσθημάτων κλύουσαν, ἥ νιν ἀμπέχει. ἀλλ εἶμι, καὶ λαβοῦσα κόσμον ἐκ δόμων ὑπαντιάζειν παιδί μου πειράσομαι. οὐ γὰρ τὰ φίλτατ ἐν κακοῖς προδώσομεν.?

상위

Persians (페르시아인들)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION