- 텍스트

Aeschylus, Persians, episode, iambics 2:

(아이스킬로스, 페르시아인들, episode, iambics 2:)

καὶ ταῦτα μὲν δὴ νυκτὸς εἰσιδεῖν λέγω.? ἐπεὶ δ ἀνέστην καὶ χεροῖν καλλιρρόου ἔψαυσα πηγῆς, σὺν θυηπόλῳ χερὶ βωμὸν προσέστην, ἀποτρόποισι δαίμοσιν θέλουσα θῦσαι πέλανον, ὧν τέλη τάδε. ὁρῶ δὲ φεύγοντ αἰετὸν πρὸς ἐσχάραν Φοίβου: φόβῳ δ ἄφθογγος ἐστάθην, φίλοι: μεθύστερον δὲ κίρκον εἰσορῶ δρόμῳ πτεροῖς ἐφορμαίνοντα καὶ χηλαῖς κάρα τίλλονθ: ὁ δ οὐδὲν ἄλλο γ ἢ πτήξας δέμας παρεῖχε. ταῦτ ἔμοιγε δείματ εἰσιδεῖν, ὑμῖν δ ἀκούειν. εὖ γὰρ ἴστε, παῖς ἐμὸς πράξας μὲν εὖ θαυμαστὸς ἂν γένοιτ ἀνήρ, κακῶς δὲ πράξας, οὐχ ὑπεύθυνος πόλει, σωθεὶς δ ὁμοίως τῆσδε κοιρανεῖ χθονός.?

상위

Persians (페르시아인들)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION