- 텍스트

Aeschylus, Persians, episode, iambics

(아이스킬로스, 페르시아인들, episode, iambics)

πολλοῖς μὲν αἰεὶ νυκτέροις ὀνείρασιν ξύνειμ, ἀφ οὗπερ παῖς ἐμὸς στείλας στρατὸν Ιαὄνων γῆν οἴχεται πέρσαι θέλων:? τὸν δ ὅπως ὁρᾷ Ξέρξης, πέπλους ῥήγνυσιν ἀμφὶ σώματι. ἀλλ οὔτι πω τοιόνδ ἐναργὲς εἰδόμην ὡς τῆς πάροιθεν εὐφρόνης: λέξω δέ σοι. ἐδοξάτην μοι δύο γυναῖκ εὐείμονε, ἡ μὲν πέπλοισι Περσικοῖς ἠσκημένη, ἡ δ αὖτε Δωρικοῖσιν, εἰς ὄψιν μολεῖν, μεγέθει τε τῶν νῦν ἐκπρεπεστάτα πολύ, κάλλει τ ἀμώμω, καὶ κασιγνήτα γένους ταὐτοῦ: πάτραν δ ἔναιον ἡ μὲν Ἑλλάδα κλήρῳ λαχοῦσα γαῖαν, ἡ δὲ βάρβαρον. τούτω στάσιν τιν, ὡς ἐγὼ δόκουν ὁρᾶν, τεύχειν ἐν ἀλλήλαισι: παῖς δ ἐμὸς μαθὼν κατεῖχε κἀπράυνεν, ἁρ´μασιν δ ὕπο ζεύγνυσιν αὐτὼ καὶ λέπαδν ἐπ αὐχένων τίθησι. χἠ μὲν τῇδ ἐπυργοῦτο στολῇ ἐν ἡνίαισί τ εἶχεν εὐάρκτον στόμα, ἡ δ ἐσφάδαζε, καὶ χεροῖν ἔντη δίφρου διασπαράσσει καὶ ξυναρπάζει βίᾳ ἄνευ χαλινῶν καὶ ζυγὸν θραύει μέσον. πίπτει δ ἐμὸς παῖς, καὶ πατὴρ παρίσταται Δαρεῖος οἰκτείρων σφε: καὶ ταῦτα μὲν δὴ νυκτὸς εἰσιδεῖν λέγω. ἐπεὶ δ ἀνέστην καὶ χεροῖν καλλιρρόου ἔψαυσα πηγῆς, σὺν θυηπόλῳ χερὶ βωμὸν προσέστην, ἀποτρόποισι δαίμοσιν θέλουσα θῦσαι πέλανον, ὧν τέλη τάδε. ὁρῶ δὲ φεύγοντ αἰετὸν πρὸς ἐσχάραν Φοίβου: φόβῳ δ ἄφθογγος ἐστάθην, φίλοι: μεθύστερον δὲ κίρκον εἰσορῶ δρόμῳ πτεροῖς ἐφορμαίνοντα καὶ χηλαῖς κάρα τίλλονθ: ὁ δ οὐδὲν ἄλλο γ ἢ πτήξας δέμας παρεῖχε. ταῦτ ἔμοιγε δείματ εἰσιδεῖν, ὑμῖν δ ἀκούειν. εὖ γὰρ ἴστε, παῖς ἐμὸς πράξας μὲν εὖ θαυμαστὸς ἂν γένοιτ ἀνήρ, κακῶς δὲ πράξας, οὐχ ὑπεύθυνος πόλει, σωθεὶς δ ὁμοίως τῆσδε κοιρανεῖ χθονός.?

상위

Persians (페르시아인들)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION