호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτα δὴ λιποῦς ἱκάνω χρυσεοστόλμους δόμους καὶ τὸ Δαρείου τε κἀμὸν κοινὸν εὐνατήριον.? εὐμενεῖς γὰρ ὄντας ἡμᾶς τῶνδε συμβούλους καλεῖς. κἀμὲ καρδίαν ἀμύσσει φροντίς: ἐς δ ὑμᾶς ἐρῶ μῦθον οὐδαμῶς ἐμαυτῆς οὖς ἀδείμαντος, φίλοι, μὴ μέγας πλοῦτος κονίσας οὖδας ἀντρέψῃ ποδὶ ὄλβον, ὃν Δαρεῖος ἦρεν οὐκ ἄνευ θεῶν τινος. ταῦτά μοι διπλῆ μέριμνα φραστός ἐστιν ἐν φρεσίν, μήτε χρημάτων ἀνάνδρων πλῆθος ἐν τιμῇ σέβειν μήτ ἀχρημάτοισι λάμπειν φῶς ὅσον σθένος πάρα. ἔστι γὰρ πλοῦτός γ ἀμεμφής, ἀμφὶ δ ὀφθαλμῷ φόβος: ὄμμα γὰρ δόμων νομίζω δεσπότου παρουσίαν. πρὸς τάδ ὡς οὕτως ἐχόντων τῶνδε, σύμβουλοι λόγου τοῦδέ μοι γένεσθε, Πέρσαι, γηραλέα πιστώματα: πάντα γὰρ τὰ κέδν ἐν ὑμῖν ἐστί μοι βουλεύματα. εὖ τόδ ἴσθι, γῆς ἄνασσα τῆσδε, μή σε δὶς φράσαι μήτ ἔπος μήτ ἔργον ὧν ἂν δύναμις ἡγεῖσθαι θέλῃ:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기