호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἁβροδιαίτων δ ἕπεται Λυδῶν ὄχλος, οἵ τ ἐπίπαν ἠπειρογενὲς κατέχουσιν ἔθνος, τοὺς Μητρογαθὴς Ἀρκτεύς τ ἀγαθός, βασιλῆς δίοποι, καὶ πολύχρυσοι Σάρδεις ἐπόχους πολλοῖς ἁρ´μασιν ἐξορμῶσιν, δίρρυμά τε καὶ τρίρρυμα τέλη, φοβερὰν ὄψιν προσιδέσθαι.? στεῦται δ ἱεροῦ Τμώλου πελάται ζυγὸν ἀμφιβαλεῖν δούλιον Ἑλλάδι, Μάρδων, Θάρυβις, λόγχης ἄκμονες, καὶ ἀκοντισταὶ Μυσοί: Βαβυλὼν δ ἡ πολύχρυσος πάμμικτον ὄχλον πέμπει σύρδην, ναῶν τ ἐπόχους καὶ τοξουλκῷ λήματι πιστούς: τὸ μαχαιροφόρον τ ἔθνος ἐκ πάσης Ἀσίας ἕπεται δειναῖς βασιλέως ὑπὸ πομπαῖς. τοιόνδ ἄνθος Περσίδος αἰάς οἴχεται ἀνδρῶν, οὓς πέρι πᾶσα χθὼν Ἀσιῆτις θρέψασα πόθῳ στένεται μαλερῷ, τοκέες τ ἄλοχοί θ ἡμερολεγδὸν τείνοντα χρόνον τρομέονται.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기