호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ νῦν ὁρᾶτέ μ, ὡς παρεσκευασμένος ξὺν τῷδε θαλλῷ καὶ στέφει προσίξομαι μεσόμφαλόν θ ἵδρυμα, Λοξίου πέδον, πυρός τε φέγγος ἄφθιτον κεκλημένον, φεύγων τόδ αἷμα κοινόν:? οὐδ ἐφ ἑστίαν ἄλλην τραπέσθαι Λοξίας ἐφίετο. καὶ μαρτυρεῖν μὲν ὡς ἐπορσύνθη κακὰ τάδ ἐν χρόνῳ μοι πάντας Ἀργείους λέγω: ἐγὼ δ ἀλήτης τῆσδε γῆς ἀπόξενος, ζῶν καὶ τεθνηκὼς τάσδε κληδόνας λιπών. ἀλλ εὖ γ ἔπραξας, μηδ ἐπιζευχθῇς στόμα φήμῃ πονηρᾷ μηδ ἐπιγλωσσῶ κακά, ἐλευθερώσας πᾶσαν Ἀργείων πόλιν, δυοῖν δρακόντοιν εὐπετῶς τεμὼν κάρα. ἆ, ἆ. δμωαὶ γυναῖκες, αἵδε Γοργόνων δίκην φαιοχίτωνες καὶ πεπλεκτανημέναι πυκνοῖς δράκουσιν: οὐκέτ ἂν μείναιμ ἐγώ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기