호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλ, ὡς ἂν εἰδῆτ, οὐ γὰρ οἶδ ὅπη τελεῖ, ὥσπερ ξὺν ἵπποις ἡνιοστροφῶ δρόμου ἐξωτέρω:? φέρουσι γὰρ νικώμενον φρένες δύσαρκτοι: πρὸς δὲ καρδίᾳ φόβος ᾄδειν ἕτοιμος ἠδ ὑπορχεῖσθαι κότῳ. ἑώς δ ἔτ ἔμφρων εἰμί, κηρύσσω φίλοις κτανεῖν τέ φημι μητέρ οὐκ ἄνευ δίκης, πατροκτόνον μίασμα καὶ θεῶν στύγος. καὶ φίλτρα τόλμης τῆσδε πλειστηρίζομαι τὸν πυθόμαντιν Λοξίαν, χρήσαντ ἐμοὶ πράξαντι μὲν ταῦτ ἐκτὸς αἰτίας κακῆς εἶναι, παρέντα δ - οὐκ ἐρῶ τὴν ζημίαν:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기