- 텍스트

Aeschylus, Libation Bearers, episode 1:

(아이스킬로스, Libation Bearers, episode 1:)

ἴδεσθε δ αὖτε, τῶνδ ἐπήκοοι κακῶν, τὸ μηχάνημα, δεσμὸν ἀθλίῳ πατρί, πέδας τε χειροῖν καὶ ποδοῖν ξυνωρίδα.? ἐκτείνατ αὐτὸ καὶ κύκλῳ παρασταδὸν στέγαστρον ἀνδρὸς δείξαθ, ὡς ἴδῃ πατήρ, οὐχ οὑμός, ἀλλ ὁ πάντ ἐποπτεύων τάδε Ἥλιος, ἄναγνα μητρὸς ἔργα τῆς ἐμῆς, ὡς ἂν παρῇ μοι μάρτυς ἐν δίκῃ ποτέ, ὡς τόνδ ἐγὼ μετῆλθον ἐνδίκως μόρον τὸν μητρός: Αἰγίσθου γὰρ οὐ λέγω μόρον: ἔχει γὰρ αἰσχυντῆρος, ὡς νόμος, δίκην:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION