- 텍스트

Aeschylus, Libation Bearers, episode, anapests 3:

(아이스킬로스, Libation Bearers, episode, anapests 3:)

ποῦ δὴ τὰ λοιπὰ Λοξίου μαντεύματα τὰ πυθόχρηστα, πιστὰ δ εὐορκώματα·? ἅπαντας ἐχθροὺς τῶν θεῶν ἡγοῦ πλέον. κρίνω σὲ νικᾶν, καὶ παραινεῖς μοι καλῶς. ἕπου, πρὸς αὐτὸν τόνδε σὲ σφάξαι θέλω. καὶ ζῶντα γάρ νιν κρείσσον ἡγήσω πατρός: τούτῳ θανοῦσα ξυγκάθευδ, ἐπεὶ φιλεῖς τὸν ἄνδρα τοῦτον, ὃν δ ἐχρῆν φιλεῖν στυγεῖς. ἐγώ ς ἔθρεψα, σὺν δὲ γηράναι θέλω. πατροκτονοῦσα γὰρ ξυνοικήσεις ἐμοί· ἡ Μοῖρα τούτων, ὦ τέκνον, παραιτία. καὶ τόνδε τοίνυν Μοῖρ ἐπόρσυνεν μόρον. οὐδὲν σεβίζῃ γενεθλίους ἀράς, τέκνον· τεκοῦσα γάρ μ ἔρριψας ἐς τὸ δυστυχές. οὔτοι ς ἀπέρριψ εἰς δόμους δορυξένους. αἰκῶς ἐπράθην ὢν ἐλευθέρου πατρός. ποῦ δῆθ ὁ τῖμος, ὅντιν ἀντεδεξάμην· αἰσχύνομαί σοι τοῦτ ὀνειδίσαι σαφῶς. μὴ ἀλλ εἴφ ὁμοίως καὶ πατρὸς τοῦ σοῦ μάτας. μὴ λεγχε τὸν πονοῦντ ἔσω καθημένη. ἄλγος γυναιξὶν ἀνδρὸς εἴργεσθαι, τέκνον. τρέφει δέ γ ἀνδρὸς μόχθος ἡμένας ἔσω. κτενεῖν ἐοίκας, ὦ τέκνον, τὴν μητέρα. σύ τοι σεαυτήν, οὐκ ἐγώ, κατακτενεῖς. ὁρ´α, φύλαξαι μητρὸς ἐγκότους κύνας. τὰς τοῦ πατρὸς δὲ πῶς φύγω, παρεὶς τάδε· ἐοίκα θρηνεῖν ζῶσα πρὸς τύμβον μάτην. πατρὸς γὰρ αἶσα τόνδε σοὐρίζει μόρον. οἲ γὼ τεκοῦσα τόνδ ὄφιν ἐθρεψάμην. ἦ κάρτα μάντις οὑξ ὀνειράτων φόβος. ἔκανες ὃν οὐ χρῆν, καὶ τὸ μὴ χρεὼν πάθε. στένω μὲν οὖν καὶ τῶνδε συμφορὰν διπλῆν. ἐπεὶ δὲ πολλῶν αἱμάτων ἐπήκρισε τλήμων Ὀρέστης, τοῦθ ὅμως αἱρούμεθα, ὀφθαλμὸν οἴκων μὴ πανώλεθρον πεσεῖν.?

상위

Libation Bearers

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION