- 텍스트

Aeschylus, Libation Bearers, episode, anapests 2:

(아이스킬로스, Libation Bearers, episode, anapests 2:)

οἴμοι, πανοίμοι δεσπότου πεπληγμένου:? οἴμοι μάλ αὖθις ἐν τρίτοις προσφθέγμασιν. Αἴγισθος οὐκέτ ἔστιν. ἀλλ ἀνοίξατε ὅπως τάχιστα, καὶ γυναικείους πύλας μοχλοῖς χαλᾶτε: καὶ μάλ ἡβῶντος δὲ δεῖ, οὐχ ὡς δ ἀρῆξαι διαπεπραγμένῳ: τί γάρ· ἰοὺ ἰού. κωφοῖς ἀυτῶ καὶ καθεύδουσιν μάτην ἄκραντα βάζω· ποῖ Κλυταιμήστρα· τί δρᾷ· ἐοίκε νῦν αὐτῆς ἐπὶ ξυροῦ πέλας αὐχὴν πεσεῖσθαι πρὸς δίκην πεπληγμένος. τί δ ἐστὶ χρῆμα· τίνα βοὴν ἵστης δόμοις· τὸν ζῶντα καίνειν τοὺς τεθνηκότας λέγω. οἲ γώ. ξυνῆκα τοὔπος ἐξ αἰνιγμάτων. δόλοις ὀλούμεθ, ὥσπερ οὖν ἐκτείναμεν. δοίη τις ἀνδροκμῆτα πέλεκυν ὡς τάχος: εἰδῶμεν εἰ νικῶμεν, ἢ νικώμεθα: ἐνταῦθα γὰρ δὴ τοῦδ ἀφικόμην κακοῦ. σὲ καὶ ματεύω: τῷδε δ ἀρκούντως ἔχει. οἲ γώ. τέθνηκας, φίλτατ Αἰγίσθου βία. φιλεῖς τὸν ἄνδρα· τοιγὰρ ἐν ταὐτῷ τάφῳ κείσῃ: θανόντα δ οὔτι μὴ προδῷς ποτε. ἐπίσχες, ὦ παῖ, τόνδε δ αἴδεσαι, τέκνον, μαστόν, πρὸς ᾧ σὺ πολλὰ δὴ βρίζων ἅμα οὔλοισιν ἐξήμελξας εὐτραφὲς γάλα. Πυλάδη τί δράσω· μητέρ αἰδεσθῶ κτανεῖν·?

상위

Libation Bearers

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION