- 텍스트

Aeschylus, Libation Bearers, episode 1:

(아이스킬로스, Libation Bearers, episode 1:)

καὶ μὴν ἀμεμφῆ τόνδ ἐτείνατον λόγον, τίμημα τύμβου τῆς ἀνοιμώκτου τύχης.? τὰ δ ἄλλ, ἐπειδὴ δρᾶν κατώρθωσαι φρενί, ἔρδοις ἂν ἤδη δαίμονος πειρώμενος. ἔσται: πυθέσθαι δ οὐδέν ἐστ ἔξω δρόμου, πόθεν χοὰς ἔπεμψεν, ἐκ τίνος λόγου μεθύστερον τιμῶς ἀνήκεστον πάθος· θανόντι δ οὐ φρονοῦντι δειλαία χάρις ἐπέμπετ: οὐκ ἔχοιμ ἂν εἰκάσαι τόδε. τὰ δῶρα μείω δ ἐστὶ τῆς ἁμαρτίας. τὰ πάντα γάρ τις ἐκχέας ἀνθ αἵματος ἑνός, μάτην ὁ μόχθος: ὧδ ἔχει λόγος. θέλοντι δ, εἴπερ οἶσθ, ἐμοὶ φράσον τάδε. οἶδ, ὦ τέκνον, παρῆ γάρ: ἔκ τ ὀνειράτων καὶ νυκτιπλάγκτων δειμάτων πεπαλμένη χοὰς ἔπεμψε τάσδε δύσθεος γυνή. ἦ καὶ πέπυσθε τοὔναρ, ὥστ ὀρθῶς φράσαι· τεκεῖν δράκοντ ἔδοξεν, ὡς αὐτὴ λέγει. καὶ ποῖ τελευτᾷ καὶ καρανοῦται λόγος· ἐν ι παιδὸς ὁρμίσαι δίκην. τίνος βορᾶς χρῄζοντα, νεογενὲς δάκος· αὐτὴ προσέσχε μαζὸν ἐν τὠνείρατι. καὶ πῶς ἄτρωτον οὖθαρ ἦν ὑπὸ στύγους· ὥστ ἐν γάλακτι θρόμβον αἵματος σπάσαι. οὔτοι μάταιον: ἀνδρὸς ὄψανον πέλει. ἡ δ ἐξ ὕπνου κέκλαγγεν ἐπτοημένη. πολλοὶ δ ἀνῇθον, ἐκτυφλωθέντες σκότῳ, λαμπτῆρες ἐν δόμοισι δεσποίνης χάριν: πέμπει τ ἔπειτα τάσδε κηδείους χοάς, ἄκος τομαῖον ἐλπίσασα πημάτων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION