- 텍스트

Aeschylus, Eumenides, episode

(아이스킬로스, 에우메니데스, episode)

αἰνῶ τε μύθους τῶνδε τῶν κατευγμάτων πέμψω τε φέγγει λαμπάδων σελασφόρων εἰς τοὺς ἔνερθε καὶ κατὰ χθονὸς τόπους ξὺν προσπόλοισιν, αἵτε φρουροῦσιν βρέτας τοὐμὸν δικαίως.? ὄμμα γὰρ πάσης χθονὸς Θησῇδος ἐξίκοιτ ἂν εὐκλεὴς λόχος παίδων, γυναικῶν, καὶ στόλος πρεσβυτίδων. φοινικοβάπτοις ἐνδυτοῖς ἐσθήμασι τιμᾶτε, καὶ τὸ φέγγος ὁρμάσθω πυρός, ὅπως ἂν εὔφρων ἥδ ὁμιλία χθονὸς τὸ λοιπὸν εὐάνδροισι συμφοραῖς πρέπῃ.?

상위

Aeschylus (아이스킬로스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION