호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἄνασς Ἀθάνα, τίνα με φὴς ἔχειν ἕδραν·? πάσης ἀπήμον οἰζύος: δέχου δὲ σύ. καὶ δὴ δέδεγμαι: τίς δέ μοι τιμὴ μένει· ὡς μή τιν οἶκον εὐθενεῖν ἄνευ σέθεν. σὺ τοῦτο πράξεις, ὥστε με σθένειν τόσον· τῷ γὰρ σέβοντι συμφορὰς ὀρθώσομεν. καί μοι πρόπαντος ἐγγύην θήσῃ χρόνου· ἔξεστι γάρ μοι μὴ λέγειν ἃ μὴ τελῶ. θέλξειν μ ἐοίκας καὶ μεθίσταμαι κότου. τοιγὰρ κατὰ χθόν οὖς ἐπικτήσῃ φίλους. τί οὖν μ ἄνωγας τῇδ ἐφυμνῆσαι χθονί· ὁποῖα νίκης μὴ κακῆς ἐπίσκοπα, καὶ ταῦτα γῆθεν ἔκ τε ποντίας δρόσου ἐξ οὐρανοῦ τε: κἀνέμων ἀήματα εὐηλίως πνέοντ ἐπιστείχειν χθόνα: καρπόν τε γαίας καὶ βοτῶν ἐπίρρυτον ἀστοῖσιν εὐθενοῦντα μὴ κάμνειν χρόνῳ, καὶ τῶν βροτείων σπερμάτων σωτηρίαν. τῶν εὐσεβούντων δ ἐκφορωτέρα πέλοις. στέργω γάρ, ἀνδρὸς φιτυποίμενος δίκην, τὸ τῶν δικαίων τῶνδ ἀπένθητον γένος. τοιαῦτα σοὔστι.
τῶν ἀρειφάτων δ ἐγὼ πρεπτῶν ἀγώνων οὐκ ἀνέξομαι τὸ μὴ οὐ τήνδ ἀστύνικον ἐν βροτοῖς τιμᾶν πόλιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기