- 텍스트

Aeschylus, Eumenides, episode 13:

(아이스킬로스, 에우메니데스, episode 13:)

ἐγὼ δὲ χώρᾳ τῇδε καὶ τῷ σῷ στρατῷ τὸ λοιπὸν εἰς ἅπαντα πλειστήρη χρόνον ὁρκωμοτήσας νῦν ἄπειμι πρὸς δόμους, μήτοι τιν ἄνδρα δεῦρο πρυμνήτην χθονὸς ἐλθόντ ἐποίσειν εὖ κεκασμένον δόρυ.? αὐτοὶ γὰρ ἡμεῖς ὄντες ἐν τάφοις τότε τοῖς τἀμὰ παρβαίνουσι νῦν ὁρκώματα ἀμηχάνοισι πράξομεν δυσπραξίαις, ὁδοὺς ἀθύμους καὶ παρόρνιθας πόρους τιθέντες, ὡς αὐτοῖσι μεταμέλῃ πόνος: ὀρθουμένων δέ, καὶ πόλιν τὴν Παλλάδος τιμῶσιν αἰεὶ τήνδε συμμάχῳ δορί, αὐτοῖσιν ἡμεῖς ἐσμεν εὐμενέστεροι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION