호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ μὴν βαρεῖαν τήνδ ὁμιλίαν χθονὸς ξύμβουλός εἰμι μηδαμῶς ἀτιμάσαι.? κἄγωγε χρησμοὺς τοὺς ἐμούς τε καὶ Διὸς ταρβεῖν κελεύω μηδ ἀκαρπώτους κτίσαι. ἀλλ αἱματηρὰ πράγματ οὐ λαχὼν σέβεις, μαντεῖα δ οὐκέθ ἁγνὰ μαντεύσῃ νέμων. ἦ καὶ πατήρ τι σφάλλεται βουλευμάτων πρωτοκτόνοισι προστροπαῖς Ἰξίονος· λέγεις: ἐγὼ δὲ μὴ τυχοῦσα τῆς δίκης βαρεῖα χώρᾳ τῇδ ὁμιλήσω πάλιν. ἀλλ ἔν τε τοῖς νέοισι καὶ παλαιτέροις θεοῖς ἄτιμος εἶ σύ: νικήσω δ ἐγώ. τοιαῦτ ἔδρασας καὶ Φέρητος ἐν δόμοις: Μοίρας ἔπεισας ἀφθίτους θεῖναι βροτούς. οὔκουν δίκαιον τὸν σέβοντ εὐεργετεῖν, ἄλλως τε πάντως χὤτε δεόμενος τύχοι· σύ τοι παλαιὰς διανομὰς καταφθίσας οἴνῳ παρηπάτησας ἀρχαίας θεάς. σύ τοι τάχ οὐκ ἔχουσα τῆς δίκης τέλος ἐμῇ τὸν ἰὸν οὐδὲν ἐχθροῖσιν βαρύν. ἐπεὶ καθιππάζῃ με πρεσβῦτιν νέος, δίκης γενέσθαι τῆσδ ἐπήκοος μένω, ὡς ἀμφίβουλος οὖσα θυμοῦσθαι πόλει. ἐμὸν τόδ ἔργον, λοισθίαν κρῖναι δίκην. ψῆφον δ Ὀρέστῃ τήνδ ἐγὼ προσθήσομαι. μήτηρ γὰρ οὔτις ἐστὶν ἥ μ ἐγείνατο, τὸ δ ἄρσεν αἰνῶ πάντα, πλὴν γάμου τυχεῖν, ἅπαντι θυμῷ, κάρτα δ εἰμὶ τοῦ πατρός. οὕτω γυναικὸς οὐ προτιμήσω μόρον ἄνδρα κτανούσης δωμάτων ἐπίσκοπον. νικᾷ δ Ὀρέστης, κἂν ἰσόψηφος κριθῇ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기