- 텍스트

Aeschylus, Eumenides, episode

(아이스킬로스, 에우메니데스, episode)

κήρυσσε, κῆρυξ, καὶ στρατὸν κατειργαθοῦ, ἥ τ οὖν διάτορος Τυρσηνικὴ σάλπιγξ, βροτείου πνεύματος πληρουμένη, ὑπέρτονον γήρυμα φαινέτω στρατῷ.? πληρουμένου γὰρ τοῦδε βουλευτηρίου σιγᾶν ἀρήγει καὶ μαθεῖν θεσμοὺς ἐμοὺς πόλιν τε πᾶσαν εἰς τὸν αἰανῆ χρόνον καὶ τούσδ ὅπως ἂν εὖ καταγνωσθῇ δίκη. ἄναξ Ἄπολλον, ὧν ἔχεις αὐτὸς κράτει. τί τοῦδε σοὶ μέτεστι πράγματος λέγε. καὶ μαρτυρήσων ἦλθον - ἔστι γὰρ νόμῳ ἱκέτης ὅδ ἁνὴρ καὶ δόμων ἐφέστιος ἐμῶν, φόνου δὲ τοῦδ ἐγὼ καθάρσιος - καὶ ξυνδικήσων αὐτός: αἰτίαν δ ἔχω τῆς τοῦδε μητρὸς τοῦ φόνου. σὺ δ εἴσαγε ὅπως <τ> ἐπίστᾳ τήνδε κύρωσον δίκην. ὑμῶν ὁ μῦθος, εἰσάγω δὲ τὴν δίκην: ὁ γὰρ διώκων πρότερος ἐξ ἀρχῆς λέγων γένοιτ ἂν ὀρθῶς πράγματος διδάσκαλος. πολλαὶ μέν ἐσμεν, λέξομεν δὲ συντόμως. ἔπος δ ἀμείβου πρὸς ἔπος ἐν μέρει τιθείς τὴν μητέρ εἰπὲ πρῶτον εἰ κατέκτονας. ἔκτεινα: τούτου δ οὔτις ἄρνησις πέλει. ἓν μὲν τόδ ἤδη τῶν τριῶν παλαισμάτων. οὐ κειμένῳ πω τόνδε κομπάζεις λόγον. εἰπεῖν γε μέντοι δεῖ ς ὅπως κατέκτανες. λέγω: ξιφουλκῷ χειρὶ πρὸς δέρην τεμών. πρὸς τοῦ δ ἐπείσθης καὶ τίνος βουλεύμασιν· τοῖς τοῦδε θεσφάτοισι: μαρτυρεῖ δέ μοι. ὁ μάντις ἐξηγεῖτό σοι μητροκτονεῖν· καὶ δεῦρό γ ἀεὶ τὴν τύχην οὐ μέμφομαι. ἀλλ εἴ σε μάρψει ψῆφος, ἄλλ ἐρεῖς τάχα. πέποιθ. ἀρωγὰς δ ἐκ τάφου πέμψει πατήρ. νεκροῖσί νυν πέπισθι μητέρα κτανών. δυοῖν γὰρ εἶχε προσβολὰς μιασμάτοιν. πῶς δή· δίδαξον τοὺς δικάζοντας τάδε. ἀνδροκτονοῦσα πατέρ ἐμὸν κατέκτανεν. τοιγὰρ σὺ μὲν ζῇς, ἡ δ ἐλευθέρα φόνῳ. τί δ οὐκ ἐκείνην ζῶσαν ἤλαυνες φυγῇ· οὐκ ἦν ὅμαιμος φωτὸς ὃν κατέκτανεν. ἐγὼ δὲ μητρὸς τῆς ἐμῆς ἐν αἵματι· πῶς γάρ ς ἔθρεψ ἂν ἐντός, ὦ μιαιφόνε, ζώνης·

ἀπεύχῃ μητρὸς αἷμα φίλτατον· ἤδη σὺ μαρτύρησον: ἐξηγοῦ δέ μοι, Ἄπολλον, εἴ σφε σὺν δίκῃ κατέκτανον. δρᾶσαι γὰρ ὥσπερ ἐστὶν οὐκ ἀρνούμεθα. ἀλλ εἰ δίκαιον εἴτε μὴ τῇ σῇ φρενὶ δοκεῖ τόδ αἷμα, κρῖνον, ὡς τούτοις φράσω. λέξω πρὸς ὑμᾶς τόνδ Ἀθηναίας μέγαν θεσμὸν δικαίως, - μάντις ὢν δ οὐ ψεύσομαι. οὐπώποτ εἶπον μαντικοῖσιν ἐν θρόνοις, οὐκ ἀνδρός, οὐ γυναικός, οὐ πόλεως πέρι, ὃ μὴ κελεύσαι Ζεὺς Ὀλυμπίων πατήρ. τὸ μὲν δίκαιον τοῦθ ὅσον σθένει μαθεῖν, βουλῇ πιφαύσκω δ ὔμμ ἐπισπέσθαι πατρός:

ὁρ´κος γὰρ οὔτι Ζηνὸς ἰσχύει πλέον. Ζεύς, ὡς λέγεις σύ, τόνδε χρησμὸν ὤπασε, φράζειν Ὀρέστῃ τῷδε, τὸν πατρὸς φόνον πράξαντα μητρὸς μηδαμοῦ τιμὰς νέμειν· οὐ γάρ τι ταὐτὸν ἄνδρα γενναῖον θανεῖν διοσδότοις σκήπτροισι τιμαλφούμενον, καὶ ταῦτα πρὸς γυναικός, οὔ τι θουρίοις τόξοις ἑκηβόλοισιν, ὥστ Ἀμαζόνος, ἀλλ ὡς ἀκούσῃ, Παλλὰς οἵ τ ἐφήμενοι ψήφῳ διαιρεῖν τοῦδε πράγματος πέρι. ἀπὸ στρατείας γάρ νιν ἠμποληκότα τὰ πλεῖστ ἄμεινον εὔφροσιν δεδεγμένη, δροίτῃ περῶντι λουτρὰ κἀπὶ τέρματι φᾶρος περεσκήνωσεν , ἐν δ ἀτέρμονι κόπτει πεδήσας ἄνδρα δαιδάλῳ πέπλῳ.

ἀνδρὸς μὲν ὑμῖν οὗτος εἴρηται μόρος τοῦ παντοσέμνου, τοῦ στρατηλάτου νεῶν.

ταύτην τοιαύτην εἶπον, ὡς δηχθῇ λεώς, ὅσπερ τέτακται τήνδε κυρῶσαι δίκην. πατρὸς προτιμᾷ Ζεὺς μόρον τῷ σῷ λόγῳ:

αὐτὸς δ ἔδησε πατέρα πρεσβύτην Κρόνον. πῶς ταῦτα τούτοις οὐκ ἐναντίως λέγεις· ὑμᾶς δ ἀκούειν ταῦτ ἐγὼ μαρτύρομαι. ὦ παντομισῆ κνώδαλα, στύγη θεῶν, πέδας μὲν ἂν λύσειεν, ἔστι τοῦδ ἄκος καὶ κάρτα πολλὴ μηχανὴ λυτήριος: ἀνδρὸς δ ἐπειδὰν αἷμ ἀνασπάσῃ κόνις ἅπαξ θανόντος, οὔτις ἔστ ἀνάστασις. τούτων ἐπῳδὰς οὐκ ἐποίησεν πατὴρ οὑμός, τὰ δ ἄλλα πάντ ἄνω τε καὶ κάτω στρέφων τίθησιν οὐδὲν ἀσθμαίνων μένει. πῶς γὰρ τὸ φεύγειν τοῦδ ὑπερδικεῖς ὁρ´α: τὸ μητρὸς αἷμ ὅμαιμον ἐκχέας πέδοι ἔπειτ ἐν Ἄργει δώματ οἰκήσει πατρός· ποίοισι βωμοῖς χρώμενος τοῖς δημίοις· ποία δὲ χέρνιψ φρατέρων προσδέξεται· καὶ τοῦτο λέξω, καὶ μάθ ὡς ὀρθῶς ἐρῶ. οὔκ ἔστι μήτηρ ἡ κεκλημένου τέκνου τοκεύς, τροφὸς δὲ κύματος νεοσπόρου. τίκτει δ ὁ θρῴσκων, ἡ δ ἅπερ ξένῳ ξένη ἔσωσεν ἔρνος, οἷσι μὴ βλάψῃ θεός. τεκμήριον δὲ τοῦδέ σοι δείξω λόγου. πατὴρ μὲν ἂν γένοιτ ἄνευ μητρός: πέλας μάρτυς πάρεστι παῖς Ὀλυμπίου Διός, οὐδ ἐν σκότοισι νηδύος τεθραμμένη, ἀλλ οἱο῀ν ἔρνος οὔτις ἂν τέκοι θεός. ἐγὼ δέ, Παλλάς, τἄλλα θ ὡς ἐπίσταμαι, τὸ σὸν πόλισμα καὶ στρατὸν τεύξω μέγαν, καὶ τόνδ ἔπεμψα σῶν δόμων ἐφέστιον, ὅπως γένοιτο πιστὸς εἰς τὸ πᾶν χρόνου καὶ τόνδ ἐπικτήσαιο σύμμαχον, θεά, καὶ τοὺς ἔπειτα, καὶ τάδ αἰανῶς μένοι στέργειν τὰ πιστὰ τῶνδε τοὺς ἐπισπόρους.

ἤδη κελεύω τούσδ ἀπὸ γνώμης φέρειν ψῆφον δικαίαν, ὡς ἅλις λελεγμένων·

ἡμῖν μὲν ἤδη πᾶν τετόξευται βέλος. μένω δ ἀκοῦσαι πῶς ἀγὼν κριθήσεται. τί γάρ· πρὸς ὑμῶν πῶς τιθεῖς, ἄμομφος ὦ· ἠκούσαθ ὧν ἠκούσατ, ἐν δὲ καρδίᾳ ψῆφον φέροντες ὁρ´κον αἰδεῖσθε, ξένοι. κλύοιτ ἂν ἤδη θεσμόν, Ἀττικὸς λεώς, πρώτας δίκας κρίνοντες αἵματος χυτοῦ. ἔσται δὲ καὶ τὸ λοιπὸν Αἰγέως στρατῷ αἰεὶ δικαστῶν τοῦτο βουλευτήριον. πάγον δ Ἄρειον τόνδ, Ἀμαζόνων ἕδραν σκηνάς θ, ὅτ ἦλθον Θησέως κατὰ φθόνον στρατηλατοῦσαι, καὶ πόλιν νεόπτολιν τήνδ ὑψίπυργον ἀντεπύργωσαν τότε, Ἄρει δ ἔθυον, ἔνθεν ἔστ ἐπώνυμος πέτρα, πάγος τ Ἄρειος: ἐν δὲ τῷ σέβας ἀστῶν φόβος τε ξυγγενὴς τὸ μὴ ἀδικεῖν σχήσει τό τ ἦμαρ καὶ κατ εὐφρόνην ὁμῶς, αὐτῶν πολιτῶν μὴ πιχραινόντων νόμους κακαῖς ἐπιρροαῖσι: βορβόρῳ δ ὕδωρ λαμπρὸν μιαίνων οὔποθ εὑρήσεις ποτόν. τὸ μήτ ἄναρχον μήτε δεσποτούμενον ἀστοῖς περιστέλλουσι βουλεύω σέβειν, καὶ μὴ τὸ δεινὸν πᾶν πόλεως ἔξω βαλεῖν.

τίς γὰρ δεδοικὼς μηδὲν ἔνδικος βροτῶν· τοιόνδε τοι ταρβοῦντες ἐνδίκως σέβας ἔρυμά τε χώρας καὶ πόλεως σωτήριον ἔχοιτ ἄν, οἱο῀ν οὔτις ἀνθρώπων ἔχει, οὔτ ἐν Σκύθῃσιν οὔτε Πέλοπος ἐν τόποις. κερδῶν ἄθικτον τοῦτο βουλευτήριον, αἰδοῖον, ὀξύθυμον, εὑδόντων ὕπερ ἐγρηγορὸς φρούρημα γῆς καθίσταμαι. ταύτην μὲν ἐξέτειν ἐμοῖς παραίνεσιν ἀστοῖσιν εἰς τὸ λοιπόν:

ὀρθοῦσθαι δὲ χρὴ καὶ ψῆφον αἴρειν καὶ διαγνῶναι δίκην αἰδουμένους τὸν ὁρ´κον. εἴρηται λόγος. καὶ μὴν βαρεῖαν τήνδ ὁμιλίαν χθονὸς ξύμβουλός εἰμι μηδαμῶς ἀτιμάσαι.

κἄγωγε χρησμοὺς τοὺς ἐμούς τε καὶ Διὸς ταρβεῖν κελεύω μηδ ἀκαρπώτους κτίσαι. ἀλλ αἱματηρὰ πράγματ οὐ λαχὼν σέβεις, μαντεῖα δ οὐκέθ ἁγνὰ μαντεύσῃ νέμων. ἦ καὶ πατήρ τι σφάλλεται βουλευμάτων πρωτοκτόνοισι προστροπαῖς Ἰξίονος· λέγεις: ἐγὼ δὲ μὴ τυχοῦσα τῆς δίκης βαρεῖα χώρᾳ τῇδ ὁμιλήσω πάλιν. ἀλλ ἔν τε τοῖς νέοισι καὶ παλαιτέροις θεοῖς ἄτιμος εἶ σύ: νικήσω δ ἐγώ. τοιαῦτ ἔδρασας καὶ Φέρητος ἐν δόμοις: Μοίρας ἔπεισας ἀφθίτους θεῖναι βροτούς. οὔκουν δίκαιον τὸν σέβοντ εὐεργετεῖν, ἄλλως τε πάντως χὤτε δεόμενος τύχοι· σύ τοι παλαιὰς διανομὰς καταφθίσας οἴνῳ παρηπάτησας ἀρχαίας θεάς. σύ τοι τάχ οὐκ ἔχουσα τῆς δίκης τέλος ἐμῇ τὸν ἰὸν οὐδὲν ἐχθροῖσιν βαρύν. ἐπεὶ καθιππάζῃ με πρεσβῦτιν νέος, δίκης γενέσθαι τῆσδ ἐπήκοος μένω, ὡς ἀμφίβουλος οὖσα θυμοῦσθαι πόλει. ἐμὸν τόδ ἔργον, λοισθίαν κρῖναι δίκην. ψῆφον δ Ὀρέστῃ τήνδ ἐγὼ προσθήσομαι. μήτηρ γὰρ οὔτις ἐστὶν ἥ μ ἐγείνατο, τὸ δ ἄρσεν αἰνῶ πάντα, πλὴν γάμου τυχεῖν, ἅπαντι θυμῷ, κάρτα δ εἰμὶ τοῦ πατρός. οὕτω γυναικὸς οὐ προτιμήσω μόρον ἄνδρα κτανούσης δωμάτων ἐπίσκοπον. νικᾷ δ Ὀρέστης, κἂν ἰσόψηφος κριθῇ. ἐκβάλλεθ ὡς τάχιστα τευχέων πάλους, ὅσοις δικαστῶν τοῦτ ἐπέσταλται τέλος.

ὦ Φοῖβ Ἄπολλον, πῶς ἀγὼν κριθήσεται·

ὦ Νὺξ μέλαινα μῆτερ, ἆρ ὁρᾷς τάδε· νῦν ἀγχόνης μοι τέρματ, ἢ φάος βλέπειν. ἡμῖν γὰρ ἔρρειν, ἢ πρόσω τιμὰς νέμειν. πεμπάζετ ὀρθῶς ἐκβολὰς ψήφων, ξένοι, τὸ μὴ δικεῖν σέβοντες ἐν διαιρέσει. γνώμης δ ἀπούσης πῆμα γίγνεται μέγα, βαλοῦσά τ οἶκον ψῆφος ὤρθωσεν μία. ἀνὴρ ὅδ ἐκπέφευγεν αἵματος δίκην: ἴσον γάρ ἐστι τἀρίθμημα τῶν πάλων. ὦ Παλλάς, ὦ σώσασα τοὺς ἐμοὺς δόμους. γαίας πατρῴας ἐστερημένον σύ τοι κατῴκισάς με: καί τις Ἑλλήνων ἐρεῖ, "Ἀργεῖος ἁνὴρ αὖθις ἔν τε χρήμασιν οἰκεῖ πατρῴοις, Παλλάδος καὶ Λοξίου ἕκατι, καὶ τοῦ πάντα κραίνοντος τρίτου σωτῆρος," ὃς πατρῷον αἰδεσθεὶς μόρον σῴζει με, μητρὸς τάσδε συνδίκους ὁρῶν. ἐγὼ δὲ χώρᾳ τῇδε καὶ τῷ σῷ στρατῷ τὸ λοιπὸν εἰς ἅπαντα πλειστήρη χρόνον ὁρκωμοτήσας νῦν ἄπειμι πρὸς δόμους, μήτοι τιν ἄνδρα δεῦρο πρυμνήτην χθονὸς ἐλθόντ ἐποίσειν εὖ κεκασμένον δόρυ.

αὐτοὶ γὰρ ἡμεῖς ὄντες ἐν τάφοις τότε τοῖς τἀμὰ παρβαίνουσι νῦν ὁρκώματα ἀμηχάνοισι πράξομεν δυσπραξίαις, ὁδοὺς ἀθύμους καὶ παρόρνιθας πόρους τιθέντες, ὡς αὐτοῖσι μεταμέλῃ πόνος: ὀρθουμένων δέ, καὶ πόλιν τὴν Παλλάδος τιμῶσιν αἰεὶ τήνδε συμμάχῳ δορί, αὐτοῖσιν ἡμεῖς ἐσμεν εὐμενέστεροι. καὶ χαῖρε, καὶ σὺ καὶ πολισσοῦχος λεώς:

πάλαισμ ἄφυκτον τοῖς ἐναντίοις ἔχοις, σωτήριόν τε καὶ δορὸς νικηφόρον.?

상위

Aeschylus (아이스킬로스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION