- 텍스트

Aeschylus, Eumenides, episode 2:

(아이스킬로스, 에우메니데스, episode 2:)

ταύτην μὲν οὕτω φροντίδ ἐκποδὼν λέγω.? γένος δὲ τοὐμὸν ὡς ἔχει πεύσῃ τάχα. Ἀργεῖός εἰμι, πατέρα δ ἱστορεῖς καλῶς, Ἀγαμέμνον, ἀνδρῶν ναυβατῶν ἁρμόστορα, ξὺν ᾧ σὺ Τροίαν ἄπολιν Ἰλίου πόλιν ἔθηκας. ἔφθιθ οὗτος οὐ καλῶς, μολὼν εἰς οἶκον: ἀλλά νιν κελαινόφρων ἐμὴ μήτηρ κατέκτα, ποικίλοις ἀγρεύμασιν κρύψας, ἃ λουτρῶν ἐξεμαρτύρει φόνον. κἀγὼ κατελθών, τὸν πρὸ τοῦ φεύγων χρόνον, ἔκτεινα τὴν τεκοῦσαν, οὐκ ἀρνήσομαι, ἀντικτόνοις ποιναῖσι φιλτάτου πατρός. καὶ τῶνδε κοινῇ Λοξίας ἐπαίτιος, ἄλγη προφωνῶν ἀντίκεντρα καρδίᾳ, εἰ μή τι τῶνδ ἔρξαιμι τοὺς ἐπαιτίους. σὺ δ εἰ δικαίως εἴτε μὴ κρῖνον δίκην: πράξας γὰρ ἐν σοὶ πανταχῇ τάδ αἰνέσω.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION