호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πρόσωθεν ἐξήκουσα κληδόνος βοὴν ἀπὸ Σκαμάνδρου γῆν καταφθατουμένη, ἣν δῆτ Ἀχαιῶν ἄκτορές τε καὶ πρόμοι, τῶν αἰχμαλώτων χρημάτων λάχος μέγα, ἔνειμαν αὐτόπρεμνον εἰς τὸ πᾶν ἐμοί, ἐξαίρετον δώρημα Θησέως τόκοις:? ἔνθεν διώκους ἦλθον ἄτρυτον πόδα, πτερῶν ἄτερ ῥοιβδοῦσα κόλπον αἰγίδος. πώλοις ἀκμαίοις τόνδ ἐπιζεύξας ὄχον καινὴν δ ὁρῶσα τήνδ ὁμιλίαν χθονὸς ταρβῶ μὲν οὐδέν, θαῦμα δ ὄμμασιν πάρα. τίνες ποτ ἐστέ· πᾶσι δ ἐς κοινὸν λέγω: βρέτας τε τοὐμὸν τῷδ ἐφημένῳ ξένῳ, ὑμᾶς θ ὁμοίας οὐδενὶ σπαρτῶν γένει, οὔτ ἐν θεαῖσι πρὸς θεῶν ὁρωμένας οὔτ οὖν βροτείοις ἐμφερεῖς μορφώμασιν. λέγειν δ ἄμομφον ὄντα τοὺς πέλας κακῶς πρόσω δικαίων ἠδ ἀποστατεῖ θέμις. πεύσῃ τὰ πάντα συντόμως, Διὸς κόρη. ἡμεῖς γάρ ἐσμεν Νυκτὸς αἰανῆ τέκνα. Ἀραὶ δ ἐν οἴκοις γῆς ὑπαὶ κεκλήμεθα. γένος μὲν οἶδα κληδόνας τ ἐπωνύμους. τιμάς γε μὲν δὴ τὰς ἐμὰς πεύσῃ τάχα. μάθοιμ ἄν, εἰ λέγοι τις ἐμφανῆ λόγον. βροτοκτονοῦντας ἐκ δόμων ἐλαύνομεν. καὶ τῷ κτανόντι ποῦ τὸ τέρμα τῆς φυγῆς· ὅπου τὸ χαίρειν μηδαμοῦ νομίζεται. ἦ καὶ τοιαύτας τῷδ ἐπιρροιζεῖς φυγάς· φονεὺς γὰρ εἶναι μητρὸς ἠξιώσατο. ἄλλαις ἀνάγκαις, ἤ τινος τρέων κότον· ποῦ γὰρ τοσοῦτο κέντρον ὡς μητροκτονεῖν· δυοῖν παρόντοιν ἥμισυς λόγου πάρα. ἀλλ ὁρ´κον οὐ δέξαιτ ἄν, οὐ δοῦναι θέλοι. κλύειν δίκαιος μᾶλλον ἢ πρᾶξαι θέλεις. πῶς δή· δίδαξον: τῶν σοφῶν γὰρ οὐ πένῃ. ὁρ´κοις τὰ μὴ δίκαια μὴ νικᾶν λέγω. ἀλλ ἐξέλεγχε, κρῖνε δ εὐθεῖαν δίκην. ἦ κἀπ ἐμοὶ τρέποιτ ἂν αἰτίας τέλος· πῶς δ οὔ· σέβουσαί γ ἀξίαν κἀπ ἀξίων. τί πρὸς τάδ εἰπεῖν, ὦ ξέν, ἐν μέρει θέλεις·
λέξας δὲ χώραν καὶ γένος καὶ ξυμφορὰς τὰς σάς, ἔπειτα τόνδ ἀμυναθοῦ ψόγον: εἴπερ πεποιθὼς τῇ δίκῃ βρέτας τόδε ἧσαι φυλάσσων ἑστίας ἁμῆς πέλας σεμνὸς προσίκτωρ ἐν τρόποις Ἰξίονος. τούτοις ἀμείβου πᾶσιν εὐμαθές τί μοι. ἄνασς Ἀθάνα, πρῶτον ἐκ τῶν ὑστάτων τῶν σῶν ἐπῶν μέλημ ἀφαιρήσω μέγα. οὐκ εἰμὶ προστρόπαιος, οὐδ ἔχων μύσος πρὸς χειρὶ τἠμῇ τὸ σὸν ἐφεζόμην βρέτας. τεκμήριον δὲ τῶνδέ σοι λέξω μέγα. ἄφθογγον εἶναι τὸν παλαμναῖον νόμος, ἔστ ἂν πρὸς ἀνδρὸς αἵματος καθαρσίου σφαγαὶ καθαιμάξωσι νεοθήλου βοτοῦ. πάλαι πρὸς ἄλλοις ταῦτ ἀφιερώμεθα οἴκοισι, καὶ βοτοῖσι καὶ ῥυτοῖς πόροις. ταύτην μὲν οὕτω φροντίδ ἐκποδὼν λέγω.
γένος δὲ τοὐμὸν ὡς ἔχει πεύσῃ τάχα. Ἀργεῖός εἰμι, πατέρα δ ἱστορεῖς καλῶς, Ἀγαμέμνον, ἀνδρῶν ναυβατῶν ἁρμόστορα, ξὺν ᾧ σὺ Τροίαν ἄπολιν Ἰλίου πόλιν ἔθηκας. ἔφθιθ οὗτος οὐ καλῶς, μολὼν εἰς οἶκον: ἀλλά νιν κελαινόφρων ἐμὴ μήτηρ κατέκτα, ποικίλοις ἀγρεύμασιν κρύψας, ἃ λουτρῶν ἐξεμαρτύρει φόνον. κἀγὼ κατελθών, τὸν πρὸ τοῦ φεύγων χρόνον, ἔκτεινα τὴν τεκοῦσαν, οὐκ ἀρνήσομαι, ἀντικτόνοις ποιναῖσι φιλτάτου πατρός. καὶ τῶνδε κοινῇ Λοξίας ἐπαίτιος, ἄλγη προφωνῶν ἀντίκεντρα καρδίᾳ, εἰ μή τι τῶνδ ἔρξαιμι τοὺς ἐπαιτίους. σὺ δ εἰ δικαίως εἴτε μὴ κρῖνον δίκην: πράξας γὰρ ἐν σοὶ πανταχῇ τάδ αἰνέσω. τὸ πρᾶγμα μεῖζον, εἴ τις οἰέται τόδε βροτὸς δικάζειν:
οὐδὲ μὴν ἐμοὶ θέμις φόνου διαιρεῖν ὀξυμηνίτου δίκας: ἄλλως τε καὶ σὺ μὲν κατηρτυκὼς ἐμοῖς ἱκέτης προσῆλθες καθαρὸς ἀβλαβὴς δόμοις: οὕτως δ ἄμομφον ὄντα ς αἰδοῦμαι πόλει. αὗται δ ἔχουσι μοῖραν οὐκ εὐπέμπελον, καὶ μὴ τυχοῦσαι πράγματος νικηφόρου, χώρᾳ μεταῦθις ἰὸς ἐκ φρονημάτων πέδοι πεσὼν ἄφερτος αἰανὴς νόσος. τοιαῦτα μὲν τάδ ἐστίν:
ἀμφότερα, μένειν πέμπειν τε δυσπήμαντ ἀμηχάνως ἐμοί. ἐπεὶ δὲ πρᾶγμα δεῦρ ἐπέσκηψεν τόδε, φόνων δικαστὰς ὁρκίους αἱρουμένη θεσμὸν τὸν εἰς ἅπαντ ἐγὼ θήσω χρόνον. ὑμεῖς δὲ μαρτύριά τε καὶ τεκμήρια καλεῖσθ, ἀρωγὰ τῆς δίκης ὁρκώματα: κρίνασα δ ἀστῶν τῶν ἐμῶν τὰ βέλτατα ἥξω, διαιρεῖν τοῦτο πρᾶγμ ἐτητύμως, ὁρ´κον πορόντας μηδὲν ἔκδικον φράσειν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기