호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὄναρ διώκεις θῆρα, κλαγγαίνεις δ ἅπερ κύων μέριμναν οὔποτ ἐκλείπων πόνου.? τί δρᾷς· ἀνίστω, μή σε νικάτω πόνος, μηδ ἀγνοήσῃς πῆμα μαλθαχθεῖς ὕπνῳ. ἄλγησον ἧπαρ ἐνδίκοις ὀνείδεσιν: τοῖς σώφροσιν γὰρ ἀντίκεντρα γίγνεται. σὺ δ αἱματηρὸν πνεῦμ ἐπουρίσασα τῷ, ἀτμῷ κατισχναίνουσα, νηδύος πυρί, ἕπου, μάραινε δευτέροις διώγμασιν. ἔγειρ, ἔγειρε καὶ σὺ τήνδ, ἐγὼ δὲ σέ. εὕδεις· ἀνίστω, κἀπολακτίσας ὕπνον, ἰδώμεθ εἴ τι τοῦδε φροιμίου ματᾷ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기