호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὔτοι προδώσω:? διὰ τέλους δέ σοι φύλαξ ἐγγὺς παρεστὼς καὶ πρόσω δ ἀποστατῶν ἐχθροῖσι τοῖς σοῖς οὐ γενήσομαι πέπων. καὶ νῦν ἁλούσας τάσδε τὰς μάργους ὁρᾷς: ὕπνῳ πεσοῦσαι δ αἱ κατάπτυστοι κόραι, γραῖαι παλαιαὶ παῖδες, αἷς οὐ μείγνυται θεῶν τις οὐδ ἄνθρωπος οὐδὲ θήρ ποτε. κακῶν δ ἕκατι κἀγένοντ, ἐπεὶ κακὸν σκότον νέμονται Τάρταρόν θ ὑπὸ χθονός, μισήματ ἀνδρῶν καὶ θεῶν Ὀλυμπίων. ὅμως δὲ φεῦγε μηδὲ μαλθακὸς γένῃ. ἐλῶσι γάρ σε καὶ δι ἠπείρου μακρᾶς βιβῶντ ἀν αἰεὶ τὴν πλανοστιβῆ χθόνα ὑπέρ τε πόντον καὶ περιρρύτας πόλεις. καὶ μὴ πρόκαμνε τόνδε βουκολούμενος πόνον: μολὼν δὲ Παλλάδος ποτὶ πτόλιν ἵζου παλαιὸν ἄγκαθεν λαβὼν βρέτας. κἀκεῖ δικαστὰς τῶνδε καὶ θελκτηρίους μύθους ἔχοντες μηχανὰς εὑρήσομεν, ὥστ ἐς τὸ πᾶν σε τῶνδ ἀπαλλάξαι πόνων: καὶ γὰρ κτανεῖν ς ἔπεισα μητρῷον δέμας. ἄναξ Ἄπολλον, οἶσθα μὲν τὸ μὴ δικεῖν: ἐπεὶ δ ἐπίστᾳ, καὶ τὸ μὴ μελεῖν μάθε. σθένος δὲ ποιεῖν εὖ φερέγγυον τὸ σόν. μέμνησο, μὴ φόβος σε νικάτω φρένας. σὺ δ, αὐτάδελφον αἷμα καὶ κοινοῦ πατρός, Ἑρμῆ, φύλασσε: κάρτα δ ὢν ἐπώνυμος πομπαῖος ἴσθι, τόνδε ποιμαίνων ἐμὸν ἱκέτην - σέβει τοι Ζεὺς τόδ ἐκνόμων σέβας - ὁρμώμενον βροτοῖσιν εὐπόμπῳ τύχῃ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기