- 텍스트

Aeschylus, Eumenides, episode 5:

(아이스킬로스, 에우메니데스, episode 5:)

πρόσθεν δὲ τἀνδρὸς τοῦδε θαυμαστὸς λόχος εὕδει γυναικῶν ἐν θρόνοισιν ἥμενος.? οὔτοι γυναῖκας, ἀλλὰ Γοργόνας λέγω, οὐδ αὖτε Γοργείοισιν εἰκάσω τύποις. εἶδόν ποτ ἤδη Φινέως γεγραμμένας δεῖπνον φερούσας: ἄπτεροί γε μὴν ἰδεῖν αὗται, μέλαιναι δ ἐς τὸ πᾶν βδελύκτροποι: ῥέγκουσι δ οὐ πλατοῖσι φυσιάμασιν: ἐκ δ ὀμμάτων λείβουσι δυσφιλῆ λίβα: καὶ κόσμος οὔτε πρὸς θεῶν ἀγάλματα φέρειν δίκαιος οὔτ ἐς ἀνθρώπων στέγας. τὸ φῦλον οὐκ ὄπωπα τῆσδ ὁμιλίας οὐδ ἥτις αἰᾶ τοῦτ ἐπεύχεται γένος τρέφους ἀνατεὶ μὴ μεταστένειν πόνον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION