- 텍스트

Aeschylus, Eumenides, episode 2:

(아이스킬로스, 에우메니데스, episode 2:)

τούτους ἐν εὐχαῖς φροιμιάζομαι θεούς.? Παλλὰς προναία δ ἐν λόγοις πρεσβεύεται: σέβω δὲ νύμφας, ἔνθα Κωρυκὶς πέτρα κοίλη, φίλορνις, δαιμόνων ἀναστροφή: Βρόμιος ἔχει τὸν χῶρον, οὐδ ἀμνημονῶ, ἐξ οὗτε Βάκχαις ἐστρατήγησεν θεός, λαγὼ δίκην Πενθεῖ καταρράψας μόρον: Πλειστοῦ τε πηγὰς καὶ Ποσειδῶνος κράτος καλοῦσα καὶ τέλειον ὕψιστον Δία, ἔπειτα μάντις ἐς θρόνους καθιζάνω. καὶ νῦν τυχεῖν με τῶν πρὶν εἰσόδων μακρῷ ἄριστα δοῖεν: κεἰ παρ Ἑλλήνων τινές, ἴτων πάλῳ λαχόντες, ὡς νομίζεται. μαντεύομαι γὰρ ὡς ἂν ἡγῆται θεός.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION