- 텍스트

Aeschylus, Agamemnon, episode

(아이스킬로스, 아가멤논, episode)

καὶ τήνδ ἀκούεις ὁρκίων ἐμῶν θέμιν:? μὰ τὴν τέλειον τῆς ἐμῆς παιδὸς Δίκην, Ἄτην Ἐρινύν θ, αἷσι τόνδ ἔσφαξ ἐγώ, οὔ μοι φόβου μέλαθρον ἐλπὶς ἐμπατεῖ, ἑώς ἂν αἴθῃ πῦρ ἐφ ἑστίας ἐμῆς Αἴγισθος, ὡς τὸ πρόσθεν εὖ φρονῶν ἐμοί. οὗτος γὰρ ἡμῖν ἀσπὶς οὐ σμικρὰ θράσους. κεῖται γυναικὸς τῆσδε λυμαντήριος, Χρυσηίδων μείλιγμα τῶν ὑπ Ἰλίῳ: ἥ τ αἰχμάλωτος ἥδε καὶ τερασκόπος καὶ κοινόλεκτρος τοῦδε, θεσφατηλόγος πιστὴ ξύνευνος, ναυτίλων δὲ σελμάτων ἰσοτριβής. ἄτιμα δ οὐκ ἐπραξάτην. ὁ μὲν γὰρ οὕτως, ἡ δέ τοι κύκνου δίκην τὸν ὕστατον μέλψασα θανάσιμον γόον κεῖται, φιλήτωρ τοῦδ: ἐμοὶ δ ἐπήγαγεν εὐνῆς παροψώνημα τῆς ἐμῆς χλιδῆς.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION