- 텍스트

Aeschylus, Agamemnon, episode, anapests 7:

(아이스킬로스, 아가멤논, episode, anapests 7:)

ὡς ὧδ ἐχόντων, πρέσβος Ἀργείων τόδε, χαίροιτ ἄν, εἰ χαίροιτ, ἐγὼ δ ἐπεύχομαι.? εἰ δ ἦν πρεπόντων ὥστ ἐπισπένδειν νεκρῷ, τῷδ ἂν δικαίως ἦν, ὑπερδίκως μὲν οὖν. τοσῶνδε κρατῆρ ἐν δόμοις κακῶν ὅδε πλήσας ἀραίων αὐτὸς ἐκπίνει μολών. θαυμάζομέν σου γλῶσσαν, ὡς θρασύστομος, ἥτις τοιόνδ ἐπ ἀνδρὶ κομπάζεις λόγον. πειρᾶσθέ μου γυναικὸς ὡς ἀφράσμονος: ἐγὼ δ ἀτρέστῳ καρδίᾳ πρὸς εἰδότας λέγω: σὺ δ αἰνεῖν εἴτε με ψέγειν θέλεις ὅμοιον. οὗτός ἐστιν Ἀγαμέμνων, ἐμὸς πόσις, νεκρὸς δέ, τῆσδε δεξιᾶς χερὸς ἔργον, δικαίας τέκτονος. τάδ ὧδ ἔχει.?

상위

Agamemnon (아가멤논)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION