- 텍스트

Aeschylus, Agamemnon, episode, anapests 6:

(아이스킬로스, 아가멤논, episode, anapests 6:)

πολλῶν πάροιθεν καιρίως εἰρημένων τἀναντί εἰπεῖν οὐκ ἐπαισχυνθήσομαι.? πῶς γάρ τις ἐχθροῖς ἐχθρὰ πορσύνων, φίλοις δοκοῦσιν εἶναι, πημονῆς ἀρκύστατ ἂν φράξειεν, ὕψος κρεῖσσον ἐκπηδήματος· ἐμοὶ δ ἀγὼν ὅδ οὐκ ἀφρόντιστος πάλαι νείκης παλαιᾶς ἦλθε, σὺν χρόνῳ γε μήν: ἕστηκα δ ἔνθ ἔπαις ἐπ ἐξειργασμένοις. οὕτω δ ἔπραξα, καὶ τάδ οὐκ ἀρνήσομαι: ὡς μήτε φεύγειν μήτ ἀμύνεσθαι μόρον, ἄπειρον ἀμφίβληστρον, ὥσπερ ἰχθύων, περιστιχίζω, πλοῦτον εἵματος κακόν. παίω δέ νιν δίς: κἀν δυοῖν οἰμωγμάτοιν μεθῆκεν αὑτοῦ κῶλα: καὶ πεπτωκότι τρίτην ἐπενδίδωμι, τοῦ κατὰ χθονὸς Διὸς νεκρῶν σωτῆρος εὐκταίαν χάριν. οὕτω τὸν αὑτοῦ θυμὸν ὁρμαίνει πεσών: κἀκφυσιῶν ὀξεῖαν αἵματος σφαγὴν βάλλει μ ἐρεμνῇ ψακάδι φοινίας δρόσου, χαίρουσαν οὐδὲν ἧσσον ἢ διοσδότῳ γάνει σπορητὸς κάλυκος ἐν λοχεύμασιν.?

상위

Agamemnon (아가멤논)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION