- 텍스트

Aeschylus, Agamemnon, episode, anapests 5:

(아이스킬로스, 아가멤논, episode, anapests 5:)

- ἐγὼ μὲν ὑμῖν τὴν ἐμὴν γνώμην λέγω, πρὸς δῶμα δεῦρ ἀστοῖσι κηρύσσειν βοήν.? - - ἐμοὶ δ ὅπως τάχιστά γ ἐμπεσεῖν δοκεῖ καὶ πρᾶγμ ἐλέγχειν σὺν νεορρύτῳ ξίφει. - - κἀγὼ τοιούτου γνώματος κοινωνὸς ὢν ψηφίζομαί τι δρᾶν: τὸ μὴ μέλλειν δ ἀκμή. - - ὁρᾶν πάρεστι: φροιμιάζονται γὰρ ὡς τυραννίδος σημεῖα πράσσοντες πόλει. - - χρονίζομεν γάρ. οἱ δὲ τῆς μελλοῦς κλέος πέδοι πατοῦντες οὐ καθεύδουσιν χερί. - - οὐκ οἶδα βουλῆς ἧστινος τυχὼν λέγω. τοῦ δρῶντός ἐστι καὶ τὸ βουλεῦσαι πέρι. - - κἀγὼ τοιοῦτός εἰμ, ἐπεὶ δυσμηχανῶ λόγοισι τὸν θανόντ ἀνιστάναι πάλιν. - - ἦ καὶ βίον τείνοντες ὧδ ὑπείξομεν δόμων καταισχυντῆρσι τοῖσδ ἡγουμένοις· - - ἀλλ οὐκ ἀνεκτόν,ἀλλὰ κατθανεῖν κρατεῖ: πεπαιτέρα γὰρ μοῖρα τῆς τυραννίδος. - - ἦ γὰρ τεκμηρίοισιν ἐξ οἰμωγμάτων μαντευσόμεσθα τἀνδρὸς ὡς ὀλωλότος· - - σάφ εἰδότας χρὴ τῶνδε θυμοῦσθαι πέρι: τὸ γὰρ τοπάζειν τοῦ σάφ εἰδέναι δίχα. - - ταύτην ἐπαινεῖν πάντοθεν πληθύνομαι, τρανῶς Ἀτρείδην εἰδέναι κυροῦνθ ὅπως.?

상위

Agamemnon (아가멤논)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION