호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ πολλὰ μὲν τάλαινα, πολλὰ δ αὖ σοφὴ γύναι, μακρὰν ἔτεινας.? εἰ δ ἐτητύμως μόρον τὸν αὑτῆς οἶσθα, πῶς θεηλάτου βοὸς δίκην πρὸς βωμὸν εὐτόλμως πατεῖς· οὐκ ἔστ ἄλυξις, οὔ, ξένοι, χρόνον πλέω. ὁ δ ὕστατός γε τοῦ χρόνου πρεσβεύεται, ἥκει τόδ ἦμαρ: σμικρὰ κερδανῶ φυγῇ. ἀλλ ἴσθι τλήμων οὖς ἀπ εὐτόλμου φρενός. οὐδεὶς ἀκούει ταῦτα τῶν εὐδαιμόνων. ἀλλ εὐκλεῶς τοι κατθανεῖν χάρις βροτῷ. ἰὼ πάτερ σοῦ σῶν τε γενναίων τέκνων. τί δ ἐστὶ χρῆμα· τίς ς ἀποστρέφει φόβος· φεῦ φεῦ. τί τοῦτ ἔφευξας· εἴ τι μὴ φρενῶν στύγος. φόνον δόμοι πνέουσιν αἱματοσταγῆ, καί πῶς· τόδ ὄζει θυμάτων ἐφεστίων. ὅμοιος ἀτμὸς ὥσπερ ἐκ τάφου πρέπει, οὐ Σύριον ἀγλάισμα δώμασιν λέγεις. ἀλλ εἶμι κἀν δόμοισι κωκύσους ἐμὴν Ἀγαμέμνονός τε μοῖραν. ἀρκείτω βίος. ἰὼ ξένοι, οὔτοι δυσοίζω θάμνον ὡς ὄρνις φόβῳ ἄλλως: θανούσῃ μαρτυρεῖτέ μοι τόδε, ὅταν γυνὴ γυναικὸς ἀντ ἐμοῦ θάνῃ, ἀνήρ τε δυσδάμαρτος ἀντ ἀνδρὸς πέσῃ. ἐπιξενοῦμαι ταῦτα δ ὡς θανουμένη. ὦ τλῆμον, οἰκτίρω σε θεσφάτου μόρου. ἅπαξ ἔτ εἰπεῖν ῥῆσιν οὐ θρῆνον θέλω ἐμὸν τὸν αὐτῆς. ἡλίῳ δ ἐπεύχομαι πρὸς ὕστατον φῶς τοῖς ἐμοῖς τιμαόροις ἐχθροῖς φονεῦσι τοῖς ἐμοῖς τίνειν ὁμοῦ, δούλης θανούσης, εὐμαροῦς χειρώματος. ἰὼ βρότεια πράγματ: εὐτυχοῦντα μὲν σκιά τις ἂν τρέψειεν: εἰ δὲ δυστυχῇ, βολαῖς ὑγρώσσων σπόγγος ὤλεσεν γραφήν. καὶ ταῦτ ἐκείνων μᾶλλον οἰκτίρω πολύ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기