- 텍스트

Aeschylus, Agamemnon, episode 1:

(아이스킬로스, 아가멤논, episode 1:)

μάντις μ Ἀπόλλων τῷδ ἐπέστησεν τέλει.? μῶν καὶ θεός περ ἱμέρῳ πεπληγμένος· προτοῦ μὲν αἰδὼς ἦν ἐμοὶ λέγειν τάδε. ἁβρύνεται γὰρ πᾶς τις εὖ πράσσων πλέον. ἀλλ ἦν παλαιστὴς κάρτ ἐμοὶ πνέων χάριν. ἦ καὶ τέκνων εἰς ἔργον ἤλθετον νόμῳ· ξυναινέσασα Λοξίαν ἐψευσάμην. ἤδη τέχναισιν ἐνθέοις ᾑρημένη· ἤδη πολίταις πάντ ἐθέσπιζον πάθη. πῶς δῆτ ἄνατος ἦσθα Λοξίου κότῳ· ἔπειθον οὐδέν οὐδέν, ὡς τάδ ἤμπλακον. ἡμῖν γε μὲν δὴ πιστὰ θεσπίζειν δοκεῖς. ἰοὺ ἰού, ὢ ὢ κακά. ὑπ αὖ με δεινὸς ὀρθομαντείας πόνος στροβεῖ ταράσσων φροιμίοις <δυσφροιμίοις>. ὁρᾶτε τούσδε τοὺς δόμοις ἐφημένους νέους, ὀνείρων προσφερεῖς μορφώμασιν· παῖδες θανόντες ὡσπερεὶ πρὸς τῶν φίλων, χεῖρας κρεῶν πλήθοντες οἰκείας βορᾶς, σὺν ἐντέροις τε σπλάγχν, ἐποίκτιστον γέμος, πρέπους ἔχοντες, ὧν πατὴρ ἐγεύσατο. ἐκ τῶνδε ποινὰς φημὶ βουλεύειν τινὰ λέοντ ἄναλκιν ἐν λέχει στρωφώμενον οἰκουρόν, οἴμοι, τῷ μολόντι δεσπότῃ ἐμῷ: φέρειν γὰρ χρὴ τὸ δούλιον ζυγόν: νεῶν τ ἄπαρχος Ἰλίου τ ἀναστάτης οὐκ οἶδεν οἱᾶ γλῶσσα μισητῆς κυνὸς λείξασα κἀκτείνασα φαιδρὸν οὖς, δίκην Ἄτης λαθραίου, τεύξεται κακῇ τύχῃ. τοιάδε τόλμα: θῆλυς ἄρσενος φονεὺς ἔστιν. τί νιν καλοῦσα δυσφιλὲς δάκος τύχοιμ ἄν· ἀμφίσβαιναν, ἢ Σκύλλαν τινὰ οἰκοῦσαν ἐν πέτραισι, ναυτίλων βλάβην, θύουσαν Αἵδου μητέρ ἄσπονδόν τ Ἄρη φίλοις πνέουσαν· ὡς δ ἐπωλολύξατο ἡ παντότολμος, ὥσπερ ἐν μάχης τροπῇ, δοκεῖ δὲ χαίρειν νοστίμῳ σωτηρίᾳ. καὶ τῶνδ ὅμοιον εἴ τι μὴ πείθω: τί γάρ· τὸ μέλλον ἥξει. καὶ σύ μ ἐν τάχει παρὼν ἄγαν γ ἀληθόμαντιν οἰκτίρας ἐρεῖς.?

상위

Agamemnon (아가멤논)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION