- 텍스트

Aeschylus, Agamemnon, episode

(아이스킬로스, 아가멤논, episode)

εἴσω κομίζου καὶ σύ, Κασάνδραν λέγω, ἐπεί ς ἔθηκε Ζεὺς ἀμηνίτως δόμοις κοινωνὸν εἶναι χερνίβων, πολλῶν μέτα δούλων σταθεῖσαν κτησίου βωμοῦ πέλας:? ἔκβαιν ἀπήνης τῆσδε, μηδ ὑπερφρόνει. καὶ παῖδα γάρ τοί φασιν Ἀλκμήνης ποτὲ πραθέντα τλῆναι δουλίας μάζης τυχεῖν. εἰ δ οὖν ἀνάγκη τῆσδ ἐπιρρέποι τύχης, ἀρχαιοπλούτων δεσποτῶν πολλὴ χάρις. οἳ δ οὔποτ ἐλπίσαντες ἤμησαν καλῶς, ὠμοί τε δούλοις πάντα καὶ παρὰ στάθμην. ἔχεις παρ ἡμῶν οἱά῀ περ νομίζεται. σοί τοι λέγουσα παύεται σαφῆ λόγον. ἐντός δ ἂν οὖσα μορσίμων ἀγρευμάτων πείθοι ἄν, εἰ πείθοι: ἀπειθοίης δ ἴσως. ἀλλ εἴπερ ἐστι μὴ χελιδόνος δίκην ἀγνῶτα φωνὴν βάρβαρον κεκτημένη, ἔσω φρενῶν λέγουσα πείθω νιν λόγῳ. ἕπου. τὰ λῷστα τῶν παρεστώτων λέγει. πιθοῦ λιποῦσα τόνδ ἁμαξήρη θρόνον. οὔτοι θυραίᾳ τῇδ ἐμοὶ σχολὴ πάρα τρίβειν: τὰ μὲν γὰρ ἑστίας μεσομφάλου ἕστηκεν ἤδη μῆλα πρὸς σφαγὰς πάρος, ὡς οὔποτ ἐλπίσασι τήνδ ἕξειν χάριν. σὺ δ εἴ τι δράσεις τῶνδε, μὴ σχολὴν τίθει. εἰ δ ἀξυνήμων οὖσα μὴ δέχῃ λόγον, σὺ δ ἀντὶ φωνῆς φράζε καρβάνῳ χερί. ἑρμηνέως ἐοίκεν ἡ ξένη τοροῦ δεῖσθαι: τρόπος δὲ θηρὸς ὡς νεαιρέτου. ἦ μαίνεταί γε καὶ κακῶν κλύει φρενῶν, ἥτις λιποῦσα μὲν πόλιν νεαίρετον ἥκει, χαλινὸν δ οὐκ ἐπίσταται φέρειν, πρὶν αἱματηρὸν ἐξαφρίζεσθαι μένος. οὐ μὴν πλέω ῥίψας ἀτιμασθήσομαι. ἐγὼ δ, ἐποικτίρω γάρ, οὐ θυμώσομαι. ἴθ, ὦ τάλαινα, τόνδ ἐρημώσας ὄχον, εἴκους ἀνάγκῃ τῇδε καίνισον ζυγόν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION