호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπεὶ δ ἀκούειν σοῦ κατέστραμμαι τάδε, εἶμ ἐς δόμων μέλαθρα πορφύρας πατῶν.? ἔστιν θάλασσα, τίς δέ νιν κατασβέσει· τρέφουσα πολλῆς πορφύρας ἰσάργυρον κηκῖδα παγκαίνιστον, εἱμάτων βαφάς. οἶκος δ ὑπάρχει τῶνδε σὺν θεοῖς ἅλις ἔχειν: πένεσθαι δ οὐκ ἐπίσταται δόμος. πολλῶν πατησμὸν δ εἱμάτων ἂν ηὐξάμην, δόμοισι προυνεχθέντος ἐν χρηστηρίοις, ψυχῆς κόμιστρα τῆσδε μηχανωμένῃ. ῥίζης γὰρ οὔσης φυλλὰς ἵκετ ἐς δόμους, σκιὰν ὑπερτείνασα σειρίου κυνός. καὶ σοῦ μολόντος δωματῖτιν ἑστίαν, θάλπος μὲν ἐν χειμῶνι σημαίνεις μολόν: ὅταν δὲ τεύχῃ Ζεὺς ἀπ ὄμφακος πικρᾶς οἶνον, τότ ἤδη ψῦχος ἐν δόμοις πέλει, ἀνδρὸς τελείου δῶμ ἐπιστρωφωμένου. Ζεῦ, Ζεῦ τέλειε, τὰς ἐμὰς εὐχὰς τέλει: μέλοι δέ τοι σοὶ τῶν περ ἂν μέλλῃς τελεῖν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기