- 텍스트

Aeschylus, Agamemnon, episode, anapests 8:

(아이스킬로스, 아가멤논, episode, anapests 8:)

νῦν ταῦτα πάντα τλᾶς ἀπενθήτῳ φρενὶ λέγοιμ ἂν ἄνδρα τόνδε τῶν σταθμῶν κύνα, σωτῆρα ναὸς πρότονον, ὑψηλῆς στέγης στῦλον ποδήρη, μονογενὲς τέκνον πατρί, καὶ γῆν φανεῖσαν ναυτίλοις παρ ἐλπίδα, κάλλιστον ἦμαρ εἰσιδεῖν ἐκ χείματος, ὁδοιπόρῳ διψῶντι πηγαῖον ῥέος:? τερπνὸν δὲ τἀναγκαῖον ἐκφυγεῖν ἅπαν. τοιοῖσδέ τοί νιν ἀξιῶ προσφθέγμασιν. φθόνος δ ἀπέστω: πολλὰ γὰρ τὰ πρὶν κακὰ ἠνειχόμεσθα. νῦν δέ μοι, φίλον κάρα, ἔκβαιν ἀπήνης τῆσδε, μὴ χαμαὶ τιθεὶς τὸν σὸν πόδ, ὦναξ, Ἰλίου πορθήτορα. δμῳαί, τί μέλλεθ, αἷς ἐπέσταλται τέλος πέδον κελεύθου στρωννύναι πετάσμασιν· εὐθὺς γενέσθω πορφυρόστρωτος πόρος ἐς δῶμ ἀέλπτον ὡς ἂν ἡγῆται δίκη. τὰ δ ἄλλα φροντὶς οὐχ ὕπνῳ νικωμένη θήσει δικαίως σὺν θεοῖς εἱμαρμένα.?

상위

Agamemnon (아가멤논)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION