호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πρῶτον μὲν Ἄργος καὶ θεοὺς ἐγχωρίους δίκη προσειπεῖν, τοὺς ἐμοὶ μεταιτίους νόστου δικαίων θ ὧν ἐπραξάμην πόλιν Πριάμου:? δίκας γὰρ οὐκ ἀπὸ γλώσσης θεοὶ κλύοντες ἀνδροθνῆτας Ἰλίου φθορὰς ἐς αἱματηρὸν τεῦχος οὐ διχορρόπως ψήφους ἔθεντο: τῷ δ ἐναντίῳ κύτει ἐλπὶς προσῄει χειρὸς οὐ πληρουμένῳ. καπνῷ δ ἁλοῦσα νῦν ἔτ εὔσημος πόλις. ἄτης θύελλαι ζῶσι: συνθνῄσκουσα δὲ σποδὸς προπέμπει πίονας πλούτου πνοάς. τούτων θεοῖσι χρὴ πολύμνηστον χάριν τίνειν, ἐπείπερ καὶ πάγας ὑπερκότους ἐφραξάμεσθα καὶ γυναικὸς οὕνεκα πόλιν διημάθυνεν Ἀργεῖον δάκος, ἵππου νεοσσός, ἀσπιδηφόρος λεώς, πήδημ ὀρούσας ἀμφὶ Πλειάδων δύσιν: ὑπερθορὼν δὲ πύργον ὠμηστὴς λέων ἄδην ἔλειξεν αἵματος τυραννικοῦ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기