호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοιόσδ ὁ κόμπος τῆς ἀληθείας γέμων οὐκ αἰσχρὸς ὡς γυναικὶ γενναίᾳ λακεῖν.? αὕτη μὲν οὕτως εἶπε μανθάνοντί σοι τοροῖσιν ἑρμηνεῦσιν εὐπρεπῶς λόγον. σὺ δ εἰπέ, κῆρυξ, Μενέλεων δὲ πεύθομαι. εἰ νόστιμός τε καὶ σεσωσμένος πάλιν ἥκει σὺν ὑμῖν, τῆσδε γῆς φίλον κράτος. οὐκ ἔσθ ὅπως λέξαιμι τὰ ψευδῆ καλὰ ἐς τὸν πολὺν φίλοισι καρποῦσθαι χρόνον. πῶς δῆτ ἂν εἰπὼν κεδνὰ τἀληθῆ τύχοις· σχισθέντα δ οὐκ εὔκρυπτα γίγνεται τάδε. ἁνὴρ ἄφαντος ἐξ Ἀχαιικοῦ στρατοῦ, αὐτός τε καὶ τὸ πλοῖον. οὐ ψευδῆ λέγω. πότερον ἀναχθεὶς ἐμφανῶς ἐξ Ἰλίου, ἢ χεῖμα, κοινὸν ἄχθος, ἡρ´πασε στρατοῦ· ἔκυρσας ὥστε τοξότης ἄκρος σκοποῦ: μακρὸν δὲ πῆμα συντόμως ἐφημίσω. πότερα γὰρ αὐτοῦ ζῶντος ἢ τεθνηκότος φάτις πρὸς ἄλλων ναυτίλων ἐκλῄζετο· οὐκ οἶδεν οὐδεὶς ὥστ ἀπαγγεῖλαι τορῶς, πλὴν τοῦ τρέφοντος Ἡλίου χθονὸς φύσιν. πῶς γὰρ λέγεις χειμῶνα ναυτικῷ στρατῷ ἐλθεῖν τελευτῆσαί τε δαιμόνων κότῳ·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기