- 텍스트

Aeschylus, Agamemnon, episode 1:

(아이스킬로스, 아가멤논, episode 1:)

κῆρυξ Ἀχαιῶν χαῖρε τῶν ἀπὸ στρατοῦ.? χαίρω <γε>: τεθνάναι δ οὐκέτ ἀντερῶ θεοῖς. ἔρως πατρῴας τῆσδε γῆς ς ἐγύμνασεν· ὥστ ἐνδακρύειν γ ὄμμασιν χαρᾶς ὕπο. τερπνῆς ἄρ ἦτε τῆσδ ἐπήβολοι νόσου. πῶς δή· διδαχθεὶς τοῦδε δεσπόσω λόγου. τῶν ἀντερώντων ἱμέρῳ πεπληγμένοι. ποθεῖν ποθοῦντα τήνδε γῆν στρατὸν λέγεις· ὡς πόλλ ἀμαυρᾶς ἐκ φρενός <μ> ἀναστένειν πόθεν τὸ δύσφρον τοῦτ ἐπῆν θυμῷ στύγος· πάλαι τὸ σιγᾶν φάρμακον βλάβης ἔχω. καὶ πῶς· ἀπόντων κοιράνων ἔτρεις τινάς· ὡς νῦν, τὸ σὸν δή, καὶ θανεῖν πολλὴ χάρις. εὖ γὰρ πέπρακται. ταῦτα δ ἐν πολλῷ χρόνῳ τὰ μέν τις ἂν λέξειεν εὐπετῶς ἔχειν, τὰ δ αὖτε κἀπίμομφα. τίς δὲ πλὴν θεῶν ἅπαντ ἀπήμων τὸν δι αἰῶνος χρόνον· μόχθους γὰρ εἰ λέγοιμι καὶ δυσαυλίας, σπαρνὰς παρήξεις καὶ κακοστρώτους, τί δ οὐ στένοντες, οὐ λαχόντες ἤματος μέρος· τὰ δ αὖτε χέρσῳ καὶ προσῆν πλέον στύγος: εὐναὶ γὰρ ἦσαν δηΐων πρὸς τείχεσιν: ἐξ οὐρανοῦ δὲ κἀπὸ γῆς λειμώνιαι δρόσοι κατεψάκαζον, ἔμπεδον σίνος ἐσθημάτων, τιθέντες ἔνθηρον τρίχα. χειμῶνα δ εἰ λέγοι τις οἰωνοκτόνον, οἱο῀ν παρεῖχ ἄφερτον Ἰδαία χιών, ἢ θάλπος, εὖτε πόντος ἐν μεσημβριναῖς κοίταις ἀκύμων νηνέμοις εὕδοι πεσών τί ταῦτα πενθεῖν δεῖ· παροίχεται πόνος: παροίχεται δέ, τοῖσι μὲν τεθνηκόσιν τὸ μήποτ αὖθις μηδ ἀναστῆναι μέλειν. τί τοὺς ἀναλωθέντας ἐν ψήφῳ λέγειν, τὸν ζῶντα δ ἀλγεῖν χρὴ τύχης παλιγκότου· καὶ πολλὰ χαίρειν ξυμφορὰς καταξιῶ. ἡμῖν δὲ τοῖς λοιποῖσιν Ἀργείων στρατοῦ νικᾷ τὸ κέρδος, πῆμα δ οὐκ ἀντιρρέπει: ὡς κομπάσαι τῷδ εἰκὸς ἡλίου φάει ὑπὲρ θαλάσσης καὶ χθονὸς ποτωμένοις: "Τροίαν ἑλόντες δή ποτ Ἀργείων στόλος θεοῖς λάφυρα ταῦτα τοῖς καθ Ἑλλάδα δόμοις ἐπασσάλευσαν ἀρχαῖον γάνος. " τοιαῦτα χρὴ κλύοντας εὐλογεῖν πόλιν καὶ τοὺς στρατηγούς: καὶ χάρις τιμήσεται Διὸς τόδ ἐκπράξασα. πάντ ἔχεις λόγον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION