호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰς Ἄρτεμιν Ἄρτεμι, ποῦ σοι τόξα, παραυχενίη τε φαρέτρη·? ποῦ δὲ Λυκαστείων ἐνδρομὶς ἀρβυλίδων, πόρπη τε χρυσοῖο τετυγμένη, ἠδὲ πρὸς ἄκρην ἰγνύην φοῖνιξ πέπλος ἑλισσόμενος· κεῖνα μὲν εἰς ἄγρην ὁπλίζομαι:
ἐς δὲ θυηλὰς εἶμ αὕτως, ἱρῶν ἀντομένη θυέων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기