- 텍스트

Unknown, Greek Anthology, Volume V, book 16, chapter 113

(작자 미상, Greek Anthology, Volume V, book 16, chapter 113)

εἰς τὸν αὐτόν οἶδα Φιλοκτήτην ὁρόων, ὅτι πᾶσι φαείνει ἄλγος ἑόν, καὶ τοῖς τηλόθι δερκομένοις.? ἄγρια μὲν κομόωσαν ἔχει τρίχα: δεῦρ ἴδε κόρσης χαίτην τρηχαλέοις χρώμασιν αὐσταλέην: δέρμα κατεσκληκὸς δὲ φέρει καὶ ῥικνὸν ἰδέσθαι, καὶ τάχα καρφαλέον χερσὶν ἐφαπτομέναις:

δάκρυα δὲ ξηροῖσιν ὑπὸ βλεφάροισι παγέντα ἵσταται, ἀγρύπνου σῆμα δυηπαθίης.?

상위

Greek Anthology, Volume V

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION