호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰς τὸν ναὸν τοῦ ἁγίου μάρτυρος Πολυεύκτου Εὐδοκίη μὲν ἄνασσα Θεὸν σπεύδουσα γεραίρειν, πρώτη νηὸν ἔτευξε θεοφραδέος Πολυεύκτου ἀλλ οὐ τοῖον ἔτευξε καὶ οὐ τόσον οὔ τινι φειδοῖ, οὐ κτεάτων χατέουσα - τίνος βασίλεια χατίζει·? - ἀλλ ὡς θυμὸν ἔχουσα θεοπρόπον, ὅττι γενέθλην καλλείψει δεδαυῖαν ἀμείνονα κόσμον ὀπάζειν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기