- 텍스트

Plutarch, De genio Socratis, section 1

(플루타르코스, De genio Socratis, section 1)

Απχιδαμος.? μέμνημαί περὶ τῶν θεωμένων τοὺς γεγραμμένους πίνακας λόγον οὐ φαῦλον ἀκούσας ἐν εἰκόνι λελεγμένον.

ἔφη γὰρ ἐοικέναι τοὺς μὲν ἰδιώτας καὶ ἀτέχνους θεατὰς ὄχλον ὁμσῦ πολὺν ἀσπαζομένοις, τοὺς δὲ κομψοὺς καὶ φιλοτέχνους καθ ἕκαστον ἰδίᾳ τῶν ἐντυγχανόντων προσαγορεύουσι.

τοῖς μὲν γὰρ οὐκ ἀκριβὴς ἀλλὰ τύπῳ τινὶ γίγνεται μόνον ἡ τῶν ἀποτελεσμάτων σύνοψις, τοὺς δὲ τῇ κρίσει κατὰ μέρος τὸ ἔργον διαλαμβάνοντας οὐδὲν ἀθέατον οὐδ ἀπροσφώνητον ἐκφεύγει τῶν καλῶς ἢ τοὐναντίον γεγονότων. ὁμοίως τῷ μὲν ἀργοτέρῳ τὴν διάνοιαν ἐξαρκεῖν πρὸς ἱστορίαν, εἰ τὸ κεφάλαιον αὐτὸ καὶ τὸ πέρας πύθοιτο τοῦ πράγματος:

ἀγῶνας ἀρετῆς πρὸς τὰ συντυγχάνοντα καὶ τόλμας ἔμφρονας παρὰ τὰ δεινὰ καθορῶντα καιρῷ καὶ πάθει μεμιγμένου λογισμοῦ.

τῶν θεατῶν καὶ ἡμᾶς ὑπολαμβάνων εἶναι δίελθέ τε τὴν πρᾶξιν ἡμῖν ἀπ ἀρχῆς ὡς ἐπράχθη καὶ τοὺς λόγους οὓς εἰκὸς γενέσθαι σοῦ παρόντος, ὡς ἐμοῦ μηδ ἂν εἰς Θήβας ἐπὶ τούτῳ κατοκνήσαντος ἐλθεῖν, εἰ μὴ καὶ νῦν Ἀθηναίοις πέρα τοῦ δέοντος ἐδόκουν βοιωτιάζειν.

καφεισιας.

ἀντιτείνειν καὶ ἀγροικίζεσθαι πρὸς εὐγνώμονα καὶ φιλέταιρον, δόξειεν ἂν ἐγείρειν τὸ κατὰ Βοιωτῶν ἀρχαῖον εἰς μισολογίαν ὄνειδος ἤδη μαραινόμενον παρὰ Σωκράτη τὸν ὑμέτερον:

ἡμεῖς δὲ παρὰ Λῦσιν τὸν ἱερὸν σπουδάζοντες οὕτω διεφάνημεν.

ἀλλ ὁρ´α τοὺς παρόντας, εἰ πρὸς ἀκρόασιν ἅμα πράξεων καὶ λόγων τοσούτων εὐκαίρως ἔχουσιν: οὐ γὰρ βραχὺ μῆκός ἐστι τῆς διηγήσεως, ἐπεὶ σὺ καὶ τοὺς λόγους προσπεριβαλέσθαι κελεύεις. ἀρχιδ.

ἀγνοεῖς, ὦ Καφεισία, τοὺς ἄνδρας. ἦ μὴν ἄξιον εἰδέναι, πατέρων ὄντας ἀγαθῶν καὶ πρὸς ὑμᾶς οἰκείως ἐχόντων. Θρασυβούλου, Λυσιθείδης ὁδὶ δὲ Τιμόθεος, Κόνωνος υἱός:

οὗτοι δ Ἀρχίνου παῖδες:

οἱ δ ἄλλοι τῆς ἑταιρίας τῆς ἡμετέρας πάντες: ὥστε σοι θέατρον εὔνουν καὶ οἰκεῖον ἔχειν τὴν διήγησιν. καφ. εὖ λέγεις, ἀλλὰ τίς ἂν ὑμῖν μέτριος ἀρχὴ γένοιτο τῆς διηγήσεως πρὸς ἃς ἴστε πράξεις· ἀρχιδ. ἡμεῖς, ὦ Καφεισία, σχεδὸν ὡς εἶχον αἱ Θῆβαι πρὸ τῆς καθόδου τῶν φυγάδων ἐπιστάμεθα. Καδμείαν τοὺς μὲν ἐξέβαλον τῶν πολιτῶν τοὺς δὲ φόβῳ κατεῖργον ἄρχοντες αὐτοὶ παρανόμως καὶ βιαίως, ἔγνωμεν ἐνταῦθα τῶν περὶ Μέλωνα καὶ Πελοπίδαν, ὡς οἶσθα, ἰδιόξενοι γενόμενοι καὶ παρ ὃν χρόνον ἔφευγον ἀεὶ συνδιατρίβοντες αὐτοῖς:

ὥστε σοι λείπεται τὰ περὶ τὴν κάθοδον αὐτὴν τῶν φίλων καὶ τὴν ἅλωσιν τῶν τυράννων διηγεῖσθαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION