- 텍스트

Euripides, Suppliants, episode 4:

(에우리피데스, Suppliants, episode 4:)

σὺ δ ἄνδρας ἐχθροὺς καὶ θανόντας ὠφελεῖς, θάπτων κομίζων θ ὕβρις οὓς ἀπώλεσεν·? οὔ τἄρ ἔτ ὀρθῶς Καπανέως κεραύνιον δέμας καπνοῦται, κλιμάκων ὀρθοστάτας ὃς προσβαλὼν πύλῃσιν ὤμοσεν πόλιν πέρσειν θεοῦ θέλοντος ἤν τε μὴ θέλῃ· οὐδ ἡρ´πασεν χάρυβδις οἰωνοσκόπον, τέθριππον ἁρ´μα περιβαλοῦσα χάσματι, ἄλλοι τε κεῖνται πρὸς πύλαις λοχαγέται πέτροις καταξανθέντες ὀστέων ῥαφάς· ἤ νυν φρονεῖν ἄμεινον ἐξαύχει Διός, ἢ θεοὺς δικαίως τοὺς κακοὺς ἀπολλύναι. φιλεῖν μὲν οὖν χρὴ τοὺς σοφοὺς πρῶτον τέκνα, ἔπειτα τοκέας πατρίδα θ, ἣν αὔξειν χρεὼν καὶ μὴ κατᾶξαι. σφαλερὸν ἡγεμὼν θρασύς: νεώς τε ναύτης ἥσυχος, καιρῷ σοφός. καὶ τοῦτ ἐμοὶ τἀνδρεῖον, ἡ προμηθία. ἐξαρκέσας ἦν Ζεὺς ὁ τιμωρούμενος, ὑμᾶς δ ὑβρίζειν οὐκ ἐχρῆν τοιάνδ ὕβριν. ὦ παγκάκιστε - σῖγ, Ἄδραστ, ἔχε στόμα, καὶ μὴ πίπροσθεν τῶν ἐμῶν τοὺς σοὺς λόγους θῇς: οὐ γὰρ ἥκει πρὸς σὲ κηρύσσων ὅδε, ἀλλ ὡς ἔμ: ἡμᾶς κἀποκρίνασθαι χρεών. καὶ πρῶτα μέν σε πρὸς τὰ πρῶτ ἀμείψομαι. οὐκ οἶδ ἐγὼ Κρέοντα δεσπόζοντ ἐμοῦ οὐδὲ σθένοντα μεῖζον, ὥστ ἀναγκάσαι δρᾶν τὰς Ἀθήνας ταῦτ: ἄνω γὰρ ἂν ῥέοι τὰ πράγμαθ οὕτως, εἰ πιταξόμεσθα δή. πόλεμον δὲ τοῦτον οὐκ ἐγὼ καθίσταμαι, ὃς οὐδὲ σὺν τοῖσδ ἦλθον ἐς Κάδμου χθόνα: νεκροὺς δὲ τοὺς θανόντας, οὐ βλάπτων πόλιν οὐδ ἀνδροκμῆτας προσφέρων ἀγωνίας, θάψαι δικαιῶ, τὸν Πανελλήνων νόμον σῴζων. τί τούτων ἐστὶν οὐ καλῶς ἔχον· εἰ γάρ τι καὶ πεπόνθατ Ἀργείων ὕπο, τεθνᾶσιν, ἠμύνασθε πολεμίους καλῶς, αἰσχρῶς δ ἐκείνοις, χἡ δίκη διοίχεται. ἐάσατ ἤδη γῇ καλυφθῆναι νεκρούς, ὅθεν δ ἕκαστον ἐς τὸ φῶς ἀφίκετο, ἐνταῦθ ἀπελθεῖν, πνεῦμα μὲν πρὸς αἰθέρα, τὸ σῶμα δ ἐς γῆν: οὔτι γὰρ κεκτήμεθα ἡμέτερον αὐτὸ πλὴν ἐνοικῆσαι βίον, κἄπειτα τὴν θρέψασαν αὐτὸ δεῖ λαβεῖν. δοκεῖς κακουργεῖν Ἄργος οὐ θάπτων νεκρούς· ἥκιστα: πάσης Ἑλλάδος κοινὸν τόδε, εἰ τοὺς θανόντας νοσφίσας ὧν χρῆν λαχεῖν ἀτάφους τις ἕξει: δειλίαν γὰρ ἐσφέρει τοῖς ἀλκίμοισιν οὗτος ἢν τεθῇ νόμος. κἀμοὶ μὲν ἦλθες δείν ἀπειλήσων ἔπη, νεκροὺς δὲ ταρβεῖτ, εἰ κρυβήσονται χθονί· τί μὴ γένηται· μὴ κατασκάψωσι γῆν ταφέντες ὑμῶν· ἢ τέκν ἐν μυχῷ χθονὸς φύσωσιν, ἐξ ὧν εἶσί τις τιμωρία· σκαιόν γε τἀνάλωμα τῆς γλώσσης τόδε, φόβους πονηροὺς καὶ κενοὺς δεδοικέναι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION