호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Νείλου μὲν αἵδε καλλιπάρθενοι ῥοαί, ὃς ἀντὶ δίας ψακάδος Αἰγύπτου πέδον λευκῆς τακείσης χιόνος ὑγραίνει γύας.? Πρωτεὺς δ ὅτ ἔζη τῆσδε γῆς τύραννος ἦν, Φάρον μὲν οἰκῶν νῆσον, Αἰγύπτου δ ἄναξ, ὃς τῶν κατ οἶδμα παρθένων μίαν γαμεῖ, Ψαμάθην, ἐπειδὴ λέκτρ ἀφῆκεν Αἰακοῦ. τίκτει δὲ τέκνα δισσὰ τοῖσδε δώμασι, Θεοκλύμενον ἄρσεν ὅτι δὴ θεοὺς σέβων βίον διήνεγκ εὐγενῆ τε παρθένον Εἰδώ, τὸ μητρὸς ἀγλάισμ, ὅτ ἦν βρέφος: ἐπεὶ δ ἐς ἥβην ἦλθεν ὡραίαν γάμων, καλοῦσιν αὐτὴν Θεονόην: τὰ θεῖα γὰρ τά τ ὄντα καὶ μέλλοντα πάντ ἠπίστατο, προγόνου λαβοῦσα Νηρέως τιμὰς πάρα. ἡμῖν δὲ γῆ μὲν πατρὶς οὐκ ἀνώνυμος Σπάρτη, πατὴρ δὲ Τυνδάρεως:
ἔστιν δὲ δὴ λόγος τις ὡς Ζεὺς μητέρ ἔπτατ εἰς ἐμὴν Λήδαν κύκνου μορφώματ ὄρνιθος λαβών, ὃς δόλιον εὐνὴν ἐξέπραξ ὑπ αἰετοῦ δίωγμα φεύγων, εἰ σαφὴς οὗτος λόγος: Ἑλένη δ ἐκλήθην. ἃ δὲ πεπόνθαμεν κακὰ λέγοιμ ἄν. ἦλθον τρεῖς θεαὶ κάλλους πέρι Ἰδαῖον ἐς κευθμῶν Ἀλέξανδρον πάρα, Ἥρα Κύπρις τε διογενής τε παρθένος, μορφῆς θέλουσαι διαπεράνασθαι κρίσιν. τοὐμὸν δὲ κάλλος, εἰ καλὸν τὸ δυστυχές, Κύπρις προτείνας ὡς Ἀλέξανδρος γαμεῖ, νικᾷ. λιπὼν δὲ βούσταθμ Ἰδαῖος Πάρις Σπάρτην ἀφίκεθ ὡς ἐμὸν σχήσων λέχος. Ἥρα δὲ μεμφθεῖς οὕνεκ οὐ νικᾷ θεάς, ἐξηνέμωσε τἄμ Ἀλεξάνδρῳ λέχη, δίδωσι δ οὐκ ἔμ, ἀλλ ὁμοιώσας ἐμοὶ εἴδωλον ἔμπνουν οὐρανοῦ ξυνθεῖς ἄπο, Πριάμου τυράννου παιδί:
καὶ δοκεῖ μ ἔχειν - κενὴν δόκησιν, οὐκ ἔχων. τὰ δ αὖ Διὸς βουλεύματ ἄλλα τοῖσδε συμβαίνει κακοῖς: πόλεμον γὰρ εἰσήνεγκεν Ἑλλήνων χθονὶ καὶ Φρυξὶ δυστήνοισιν, ὡς ὄχλου βροτῶν πλήθους τε κουφίσειε μητέρα χθόνα γνωτόν τε θείη τὸν κράτιστον Ἑλλάδος. Φρυγῶν δ ἐς ἀλκὴν προυτέθην ἐγὼ μὲν οὔ, τὸ δ ὄνομα τοὐμόν, ἆθλον Ἕλλησιν δορός. λαβὼν δέ μ Ἑρμῆς ἐν πτυχαῖσιν αἰθέρος νεφέλῃ καλύψας - οὐ γὰρ ἠμέλησέ μου Ζεύς - τόνδ ἐς οἶκον Πρωτέως ἱδρύσατο, πάντων προκρίνας σωφρονέστατον βροτῶν, ἀκέραιον ὡς σῴσαιμι Μενέλεῳ λέχος. κἀγὼ μὲν ἐνθάδ εἴμ, ὁ δ ἄθλιος πόσις στράτευμ ἀθροίσας τὰς ἐμὰς ἀναρπαγὰς θηρᾷ πορευθεὶς Ἰλίου πυργώματα. ψυχαὶ δὲ πολλαὶ δι ἔμ ἐπὶ Σκαμανδρίοις ῥοαῖσιν ἔθανον: ἡ δὲ πάντα τλᾶς ἐγὼ κατάρατός εἰμι καὶ δοκῶ προδοῦς ἐμὸν πόσιν συνάψαι πόλεμον Ἕλλησιν μέγαν. τί δῆτ ἔτι ζῶ· θεοῦ τόδ εἰσήκους ἔπος Ἑρμοῦ, τὸ κλεινὸν ἔτι κατοικήσειν πέδον Σπάρτης σὺν ἀνδρί, γνόντος ὡς ἐς Ἴλιον οὐκ ἦλθον, ἵνα μὴ λέκτρ ὑποστρώσω τινί. ἑώς μὲν οὖν φῶς ἡλίου τόδ ἔβλεπεν Πρωτεύς, ἄσυλος ἦ γάμων: ἐπεὶ δὲ γῆς σκότῳ κέκρυπται, παῖς ὁ τοῦ τεθνηκότος θηρᾷ γαμεῖν με. τὸν πάλαι δ ἐγὼ πόσιν τιμῶσα Πρωτέως μνῆμα προσπίτνω τόδε ἱκέτις, ἵν ἀνδρὶ τἀμὰ διασῴσῃ λέχη, ὡς, εἰ καθ Ἑλλάδ ὄνομα δυσκλεὲς φέρω, μή μοι τὸ σῶμά γ ἐνθάδ αἰσχύνην ὄφλῃ. τίς τῶνδ ἐρυμνῶν δωμάτων ἔχει κράτος·
Πλούτου γὰρ οἶκος ἄξιος προσεικάσαι, βασίλειά τ ἀμφιβλήματ εὔθριγκοί θ ἕδραι. ἐά: ὦ θεοί, τίν εἶδον ὄψιν· ἐχθίστην ὁρῶ γυναικὸς εἰκὼ φόνιον, ἥ μ ἀπώλεσεν πάντας τ Ἀχαιούς. θεοί ς, ὅσον μίμημ ἔχεις Ἑλένης, ἀποπτύσειαν. εἰ δὲ μὴ ν ξένῃ γαίᾳ πόδ εἶχον, τῷδ ἂν εὐστόχῳ πτερῷ ἀπόλαυσιν εἰκοῦς ἔθανες ἂν Διὸς κόρης. τί δ, ὦ ταλαίπωρ - ὅστις ὤν μ ἀπεστράφης καὶ ταῖς ἐκείνης συμφοραῖς ἐμὲ στυγεῖς· ἥμαρτον: ὀργῇ δ εἶξα μᾶλλον ἤ με χρῆν: μισεῖ γὰρ Ἑλλὰς πᾶσα τὴν Διὸς κόρην. σύγγνωθι δ ἡμῖν τοῖς λελεγμένοις, γύναι. τίς δ εἶ· πόθεν γῆς τῆσδ ἐπεστράφης πέδον· εἷς τῶν Ἀχαιῶν, ὦ γύναι, τῶν ἀθλίων. οὐ τἄρα ς Ἑλένην εἰ στυγεῖς θαυμαστέον. ἀτὰρ τίς εἶ πόθεν· τίνος δ αὐδᾶν σε χρή· ὄνομα μὲν ἡμῖν Τεῦκρος, ὁ δὲ φύσας πατὴρ Τελαμών, Σαλαμὶς δὲ πατρὶς ἡ θρέψασά με. τί δῆτα Νείλου τούσδ ἐπιστρέφῃ γύας· φυγὰς πατρῴας ἐξελήλαμαι χθονός. τλήμων ἂν εἰής: τίς δέ ς ἐκβάλλει πάτρας· Τελαμὼν ὁ φύσας. τίν ἂν ἔχοις μᾶλλον φίλον· ἐκ τοῦ· τὸ γάρ τοι πρᾶγμα συμφορὰν ἔχει. Αἰάς μ ἀδελφὸς ὤλες ἐν Τροίᾳ θανών. πῶς· οὔ τί που σῷ φασγάνῳ βίον στερείς· οἰκεῖον αὐτὸν ὤλες ἅλμ ἐπὶ ξίφος. μανέντ· ἐπεὶ τίς σωφρονῶν τλαίη τάδ ἄν· τὸν Πηλέως τιν οἶσθ Ἀχιλλέα γόνον· ναί: μνηστήρ ποθ Ἑλένης ἦλθεν, ὡς ἀκούομεν. θανὼν ὅδ ὅπλων ἔριν ἔθηκε συμμάχοις. καὶ δὴ τί τοῦτ Αἰάντι γίγνεται κακόν· ἄλλου λαβόντος ὅπλ ἀπηλλάχθη βίου. σὺ τοῖς ἐκείνου δῆτα πήμασιν νοσεῖς· ὁθούνεκ αὐτῷ γ οὐ ξυνωλόμην ὁμοῦ. ἦλθες γάρ, ὦ ξέν, Ἰλίου κλεινὴν πόλιν· καὶ ξύν γε πέρσας αὐτὸς ἀνταπωλόμην. ἤδη γὰρ ἧπται καὶ κατείργασται πυρί· ὥστ οὐδ ἴχνος γε τειχέων εἶναι σαφές. ὦ τλῆμον Ἑλένη, διὰ ς ἀπόλλυνται Φρύγες. καὶ πρός γ Ἀχαιοί: μεγάλα δ εἴργασται κακά. πόσον χρόνον γὰρ διαπεπόρθηται πόλις· ἑπτὰ σχεδόν τι καρπίμους ἐτῶν κύκλους. χρόνον δ ἐμείνατ ἄλλον ἐν Τροίᾳ πόσον· πολλὰς σελήνας, δέκα διελθούσας ἔτη. ἦ καὶ γυναῖκα Σπαρτιᾶτιν εἵλετε·
Μενέλαος αὐτὴν ἦγ ἐπισπάσας κόμης. εἶδες σὺ τὴν δύστηνον· ἢ κλύων λέγεις· ὥσπερ γε σέ, οὐδὲν ἧσσον, ὀφθαλμοῖς ὁρῶ. σκοπεῖτε μὴ δόκησιν εἴχετ ἐκ θεῶν. ἄλλου λόγου μέμνησο, μὴ κείνης ἔτι. οὕτω δοκεῖτε τὴν δόκησιν ἀσφαλῆ· αὐτὸς γὰρ ὄσσοις εἰδόμην: καὶ νοῦς ὁρᾷ. ἤδη δ ἐν οἴκοις σὺν δάμαρτι Μενέλεως· οὔκουν ἐν Ἄργει <γ> οὐδ ἐπ Εὐρώτα ῥοαῖς. αἰαῖ: κακὸν τόδ εἶπας οἷς κακὸν λέγεις. ὡς κεῖνος ἀφανὴς σὺν δάμαρτι κλῄζεται. οὐ πᾶσι πορθμὸς αὑτὸς Ἀργείοισιν ἦν· ἦν, ἀλλὰ χειμὼν ἄλλος ἄλλον ὡρ´ισεν. ποίοισιν ἐν νώτοισι ποντίας ἁλός· μέσον περῶσι πέλαγος Αἰγαίου πόρου. κἀκ τοῦδε Μενέλαν οὔτις εἶδ ἀφιγμένον· οὐδείς: θανὼν δὲ κλῄζεται καθ Ἑλλάδα. ἀπωλόμεσθα: Θεστιὰς δ ἔστιν κόρη· Λήδαν ἔλεξας· οἴχεται θανοῦσα δή. οὔ πού νιν Ἑλένης αἰσχρὸν ὤλεσεν κλέος· φασίν, βρόχῳ γ ἅψασαν εὐγενῆ δέρην. οἱ Τυνδάρειοι δ εἰσὶν ἢ οὐκ εἰσὶν κόροι· τεθνᾶσι καὶ οὐ τεθνᾶσι: δύο δ ἐστὸν λόγω. πότερος ὁ κρείσσων· ὦ τάλαιν ἐγὼ κακῶν. ἄστροις σφ ὁμοιωθέντε φάς εἶναι θεώ. καλῶς ἔλεξας τοῦτο: θάτερον δὲ τί· σφαγαῖς ἀδελφῆς οὕνεκ ἐκπνεῦσαι βίον. ἅλις δὲ μύθων: οὐ διπλᾶ χρῄζω στένειν. ὧν δ οὕνεκ ἦλθον τούσδε βασιλείους δόμους, τὴν θεσπιῳδὸν Θεονόην χρῄζων ἰδεῖν, σὺ προξένησον, ὡς τύχω μαντευμάτων ὅπῃ νεὼς στείλαιμ ἂν οὔριον πτερὸν ἐς γῆν ἐναλίαν Κύπρον, οὗ μ ἐθέσπισεν οἰκεῖν Ἀπόλλων, ὄνομα νησιωτικὸν Σαλαμῖνα θέμενον τῆς ἐκεῖ χάριν πάτρας. πλοῦς, ὦ ξέν, αὐτὸς σημανεῖ: σὺ δ ἐκλιπὼν γῆν τήνδε φεῦγε πρίν σε παῖδα Πρωτέως ἰδεῖν, ὃς ἄρχει τῆσδε γῆς: ἄπεστι δὲ κυσὶν πεποιθὼς ἐν φοναῖς θηροκτόνοις: κτείνει γὰρ Ἕλλην ὅντιν ἂν λάβῃ ξένον. ὅτου δ ἕκατι, μήτε σὺ ζήτει μαθεῖν ἐγώ τε σιγῶ: τί γὰρ ἂν ὠφελοῖμί σε· καλῶς ἔλεξας, ὦ γύναι: θεοὶ δέ σοι ἐσθλῶν ἀμοιβὰς ἀντιδωρησαίατο. Ἑλένῃ δ ὅμοιον σῶμ ἔχους οὐ τὰς φρένας ἔχεις ὁμοίας, ἀλλὰ διαφόρους πολύ. κακῶς δ ὄλοιτο μηδ ἐπ Εὐρώτα ῥοὰς ἔλθοι: σὺ δ εἰής εὐτυχὴς ἀεί, γύναι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기